MGNT

MGNT

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Λουκάς (Luke) 13 :: Morphological Greek New Testament (MGNT)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxLuk 13:1 - παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν
Unchecked Copy BoxLuk 13:2 - καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο ὅτι ταῦτα πεπόνθασιν
Unchecked Copy BoxLuk 13:3 - οὐχί λέγω ὑμῖν ἀλλ᾽ ἐὰν μὴ μετανοῆτε πάντες ὁμοίως ἀπολεῖσθε
Unchecked Copy BoxLuk 13:4 - ἐκεῖνοι οἱ δεκαοκτὼ ἐφ᾽ οὓς ἔπεσεν πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς δοκεῖτε ὅτι αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας Ἰερουσαλήμ
Unchecked Copy BoxLuk 13:5 - οὐχί λέγω ὑμῖν ἀλλ᾽ ἐὰν μὴ μετανοῆτε πάντες ὡσαύτως ἀπολεῖσθε
Unchecked Copy BoxLuk 13:6 - ἔλεγεν δὲ ταύτην τὴν παραβολήν συκῆν εἶχέν τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν
Unchecked Copy BoxLuk 13:7 - εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν ἰδοὺ τρία ἔτη ἀφ᾽ οὗ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω ἔκκοψον οὖν αὐτήν ἱνατί καὶ τὴν γῆν καταργεῖ
Unchecked Copy BoxLuk 13:8 - δὲ ἀποκριθεὶς λέγει αὐτῷ κύριε ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια
Unchecked Copy BoxLuk 13:9 - κἂν μὲν ποιήσῃ καρπὸν εἰς τὸ μέλλον εἰ δὲ μή γε ἐκκόψεις αὐτήν
Unchecked Copy BoxLuk 13:10 - ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν
Unchecked Copy BoxLuk 13:11 - καὶ ἰδοὺ γυνὴ πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δεκαοκτώ καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές
Unchecked Copy BoxLuk 13:12 - ἰδὼν δὲ αὐτὴν Ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ γύναι ἀπολέλυσαι τῆς ἀσθενείας σου
Unchecked Copy BoxLuk 13:13 - καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας καὶ παραχρῆμα ἀνωρθώθη καὶ ἐδόξαζεν τὸν θεόν
Unchecked Copy BoxLuk 13:14 - ἀποκριθεὶς δὲ ἀρχισυνάγωγος ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν Ἰησοῦς ἔλεγεν τῷ ὄχλῳ ὅτι ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι ἐν αὐταῖς οὖν ἐρχόμενοι θεραπεύεσθε καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου
Unchecked Copy BoxLuk 13:15 - ἀπεκρίθη δὲ αὐτῷ κύριος καὶ εἶπεν ὑποκριταί ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει
Unchecked Copy BoxLuk 13:16 - ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν ἣν ἔδησεν Σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου
Unchecked Copy BoxLuk 13:17 - καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ καὶ πᾶς ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ᾽ αὐτοῦ
(Mat 13:31, 32; Mar 4:30–32 )
Unchecked Copy BoxLuk 13:18 - ἔλεγεν οὖν τίνι ὁμοία ἐστὶν βασιλεία τοῦ θεοῦ καὶ τίνι ὁμοιώσω αὐτήν
Unchecked Copy BoxLuk 13:19 - ὁμοία ἐστὶν κόκκῳ σινάπεως ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ καὶ ηὔξησεν καὶ ἐγένετο εἰς δένδρον καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ
(Mat 13:33 )
Unchecked Copy BoxLuk 13:20 - καὶ πάλιν εἶπεν τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ θεοῦ
Unchecked Copy BoxLuk 13:21 - ὁμοία ἐστὶν ζύμῃ ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον
(Mat 7:13, 14 )
Unchecked Copy BoxLuk 13:22 - καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς Ἱεροσόλυμα
Unchecked Copy BoxLuk 13:23 - εἶπεν δέ τις αὐτῷ κύριε εἰ ὀλίγοι οἱ σῳζόμενοι δὲ εἶπεν πρὸς αὐτούς
Unchecked Copy BoxLuk 13:24 - ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας ὅτι πολλοί λέγω ὑμῖν ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν
Unchecked Copy BoxLuk 13:25 - ἀφ᾽ οὗ ἂν ἐγερθῇ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες κύριε ἄνοιξον ἡμῖν καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ
Unchecked Copy BoxLuk 13:26 - τότε ἄρξεσθε λέγειν ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας
Unchecked Copy BoxLuk 13:27 - καὶ ἐρεῖ λέγων ὑμῖν οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ ἀπόστητε ἀπ᾽ ἐμοῦ πάντες ἐργάται ἀδικίας
Unchecked Copy BoxLuk 13:28 - ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων ὅταν ὄψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω
Unchecked Copy BoxLuk 13:29 - καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀπὸ βορρᾶ καὶ νότου καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ
Unchecked Copy BoxLuk 13:30 - καὶ ἰδοὺ εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι
Unchecked Copy BoxLuk 13:31 - ἐν αὐτῇ τῇ ὥρᾳ προσῆλθάν τινες Φαρισαῖοι λέγοντες αὐτῷ ἔξελθε καὶ πορεύου ἐντεῦθεν ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι
Unchecked Copy BoxLuk 13:32 - καὶ εἶπεν αὐτοῖς πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἀποτελῶ σήμερον καὶ αὔριον καὶ τῇ τρίτῃ τελειοῦμαι
Unchecked Copy BoxLuk 13:33 - πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἰερουσαλήμ
(Mat 23:37–39 )
Unchecked Copy BoxLuk 13:34 - Ἰερουσαλὴμ Ἰερουσαλήμ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας καὶ οὐκ ἠθελήσατε
Unchecked Copy BoxLuk 13:35 - ἰδοὺ ἀφίεται ὑμῖν οἶκος ὑμῶν λέγω δὲ ὑμῖν οὐ μὴ ἴδητέ με ἕως ἥξει ὅτε εἴπητε εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι κυρίου
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

BLB Searches
Search the Bible
MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
MGNT

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan