MGNT

MGNT

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Μάρκος (Mark) 3 :: Morphological Greek New Testament (MGNT)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
(Mat 12:9–14; Luk 6:6–11 )
Unchecked Copy BoxMar 3:1 - καὶ εἰσῆλθεν πάλιν εἰς τὴν συναγωγήν καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα
Unchecked Copy BoxMar 3:2 - καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν ἵνα κατηγορήσωσιν αὐτοῦ
Unchecked Copy BoxMar 3:3 - καὶ λέγει τῷ ἀνθρώπῳ τῷ τὴν ξηρὰν χεῖρα ἔχοντι ἔγειρε εἰς τὸ μέσον
Unchecked Copy BoxMar 3:4 - καὶ λέγει αὐτοῖς ἔξεστιν τοῖς σάββασιν ἀγαθὸν ποιῆσαι κακοποιῆσαι ψυχὴν σῶσαι ἀποκτεῖναι οἱ δὲ ἐσιώπων
Unchecked Copy BoxMar 3:5 - καὶ περιβλεψάμενος αὐτοὺς μετ᾽ ὀργῆς συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν λέγει τῷ ἀνθρώπῳ ἔκτεινον τὴν χεῖρα καὶ ἐξέτεινεν καὶ ἀπεκατεστάθη χεὶρ αὐτοῦ
Unchecked Copy BoxMar 3:6 - καὶ ἐξελθόντες οἱ Φαρισαῖοι εὐθὺς μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐδίδουν κατ᾽ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν
(Mat 12:15–21 )
Unchecked Copy BoxMar 3:7 - καὶ Ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ ἀνεχώρησεν πρὸς τὴν θάλασσαν καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησεν καὶ ἀπὸ τῆς Ἰουδαίας
Unchecked Copy BoxMar 3:8 - καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας καὶ πέραν τοῦ Ἰορδάνου καὶ περὶ Τύρον καὶ Σιδῶνα πλῆθος πολύ ἀκούοντες ὅσα ἐποίει ἦλθον πρὸς αὐτόν
Unchecked Copy BoxMar 3:9 - καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον ἵνα μὴ θλίβωσιν αὐτόν
Unchecked Copy BoxMar 3:10 - πολλοὺς γὰρ ἐθεράπευσεν ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας
Unchecked Copy BoxMar 3:11 - καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα ὅταν αὐτὸν ἐθεώρουν προσέπιπτον αὐτῷ καὶ ἔκραζον λέγοντες ὅτι σὺ εἶ υἱὸς τοῦ θεοῦ
Unchecked Copy BoxMar 3:12 - καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ αὐτὸν φανερὸν ποιήσωσιν
(Mat 10:1–4; Luk 6:12–16 )
Unchecked Copy BoxMar 3:13 - καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός καὶ ἀπῆλθον πρὸς αὐτόν
Unchecked Copy BoxMar 3:14 - καὶ ἐποίησεν δώδεκα οὓς καὶ ἀποστόλους ὠνόμασεν ἵνα ὦσιν μετ᾽ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν
Unchecked Copy BoxMar 3:15 - καὶ ἔχειν ἐξουσίαν ἐκβάλλειν τὰ δαιμόνια
Unchecked Copy BoxMar 3:16 - καὶ ἐποίησεν τοὺς δώδεκα καὶ ἐπέθηκεν ὄνομα τῷ Σίμωνι Πέτρον
Unchecked Copy BoxMar 3:17 - καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα Βοανηργές ἐστιν υἱοὶ βροντῆς
Unchecked Copy BoxMar 3:18 - καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Μαθθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν Καναναῖον
Unchecked Copy BoxMar 3:19 - καὶ Ἰούδαν Ἰσκαριώθ ὃς καὶ παρέδωκεν αὐτόν
(Mat 12:22–30; Luk 11:14–23 )
Unchecked Copy BoxMar 3:20 - καὶ ἔρχεται εἰς οἶκον καὶ συνέρχεται πάλιν ὄχλος ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγεῖν
Unchecked Copy BoxMar 3:21 - καὶ ἀκούσαντες οἱ παρ᾽ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν ἔλεγον γὰρ ὅτι ἐξέστη
Unchecked Copy BoxMar 3:22 - καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια
Unchecked Copy BoxMar 3:23 - καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν
Unchecked Copy BoxMar 3:24 - καὶ ἐὰν βασιλεία ἐφ᾽ ἑαυτὴν μερισθῇ οὐ δύναται σταθῆναι βασιλεία ἐκείνη
Unchecked Copy BoxMar 3:25 - καὶ ἐὰν οἰκία ἐφ᾽ ἑαυτὴν μερισθῇ οὐ δυνήσεται οἰκία ἐκείνη σταθῆναι
Unchecked Copy BoxMar 3:26 - καὶ εἰ Σατανᾶς ἀνέστη ἐφ᾽ ἑαυτὸν καὶ ἐμερίσθη οὐ δύναται στῆναι ἀλλὰ τέλος ἔχει
Unchecked Copy BoxMar 3:27 - ἀλλ᾽ οὐ δύναται οὐδεὶς εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη αὐτοῦ διαρπάσαι ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει
(Mat 12:31, 32; Luk 12:10 )
Unchecked Copy BoxMar 3:28 - ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τοῖς υἱοῖς τῶν ἀνθρώπων τὰ ἁμαρτήματα καὶ αἱ βλασφημίαι ὅσα ἐὰν βλασφημήσωσιν
Unchecked Copy BoxMar 3:29 - ὃς δ᾽ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου ἁμαρτήματος
Unchecked Copy BoxMar 3:30 - ὅτι ἔλεγον πνεῦμα ἀκάθαρτον ἔχει
(Mat 12:46–50; Luk 8:19–21 )
Unchecked Copy BoxMar 3:31 - καὶ ἔρχεται μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἔξω στήκοντες ἀπέστειλαν πρὸς αὐτὸν καλοῦντες αὐτόν
Unchecked Copy BoxMar 3:32 - καὶ ἐκάθητο περὶ αὐτὸν ὄχλος καὶ λέγουσιν αὐτῷ ἰδοὺ μήτηρ σου καὶ οἱ ἀδελφοί σου καὶ αἱ ἀδελφαί σου ἔξω ζητοῦσίν σε
Unchecked Copy BoxMar 3:33 - καὶ ἀποκριθεὶς αὐτοῖς λέγει τίς ἐστιν μήτηρ μου καὶ οἱ ἀδελφοί μου
Unchecked Copy BoxMar 3:34 - καὶ περιβλεψάμενος τοὺς περὶ αὐτὸν κύκλῳ καθημένους λέγει ἴδε μήτηρ μου καὶ οἱ ἀδελφοί μου
Unchecked Copy BoxMar 3:35 - ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ οὗτος ἀδελφός μου καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

BLB Searches
Search the Bible
MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
MGNT

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan