TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Μάρκος (Mark) 3 :: Textus Receptus (TR)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
(Mat 12:9–14; Luk 6:6–11 )
Unchecked Copy BoxMar 3:1 - Καὶ εἰσῆλθεν πάλιν εἰς τὴν συναγωγήν καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα
Unchecked Copy BoxMar 3:2 - καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν ἵνα κατηγορήσωσιν αὐτοῦ
Unchecked Copy BoxMar 3:3 - καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα ἐγεῖραι εἰς τὸ μέσον
Unchecked Copy BoxMar 3:4 - καὶ λέγει αὐτοῖς Ἔξεστιν τοῖς σάββασιν ἀγαθοποιῆσαι, κακοποιῆσαι ψυχὴν σῶσαι ἀποκτεῖναι οἱ δὲ ἐσιώπων
Unchecked Copy BoxMar 3:5 - καὶ περιβλεψάμενος αὐτοὺς μετ᾽ ὀργῆς συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν λέγει τῷ ἀνθρώπῳ Ἔκτεινον τὴν χεῖρα σου καὶ ἐξέτεινεν καὶ ἀποκατεστάθη χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἄλλη
Unchecked Copy BoxMar 3:6 - καὶ ἐξελθόντες οἱ Φαρισαῖοι εὐθὲως μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐποίουν κατ᾽ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν
(Mat 12:15–21 )
Unchecked Copy BoxMar 3:7 - Καὶ Ἰησοῦς ἀνεχώρησεν μετὰ τῶν μαθητῶν αὐτοῦ πρὸς τὴν θάλασσαν καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησαν αὐτῶ, καὶ ἀπὸ τῆς Ἰουδαίας
Unchecked Copy BoxMar 3:8 - καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας καὶ πέραν τοῦ Ἰορδάνου καὶ οἱ περὶ Τύρον καὶ Σιδῶνα πλῆθος πολύ ἀκούσαντες ὅσα ἐποίει ἦλθον πρὸς αὐτόν
Unchecked Copy BoxMar 3:9 - καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον ἵνα μὴ θλίβωσιν αὐτόν·
Unchecked Copy BoxMar 3:10 - πολλοὺς γὰρ ἐθεράπευσεν ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας
Unchecked Copy BoxMar 3:11 - καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα ὅταν αὐτὸν ἐθεώρει, προσέπιπτεν αὐτῷ καὶ ἔκραζεν λέγοντα, ὅτι Σὺ εἶ υἱὸς τοῦ θεοῦ
Unchecked Copy BoxMar 3:12 - καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ αὐτὸν φανερὸν ποιήσωσιν
(Mat 10:1–4; Luk 6:12–16 )
Unchecked Copy BoxMar 3:13 - Καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός καὶ ἀπῆλθον πρὸς αὐτόν
Unchecked Copy BoxMar 3:14 - καὶ ἐποίησεν δώδεκα ἵνα ὦσιν μετ᾽ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν
Unchecked Copy BoxMar 3:15 - καὶ ἔχειν ἐξουσίαν θεραπεύειν τὰς νόσους καὶ ἐκβάλλειν τὰ δαιμόνια·
Unchecked Copy BoxMar 3:16 - καὶ ἐπέθηκεν τῷ Σίμωνι ὄνομα Πέτρον
Unchecked Copy BoxMar 3:17 - καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα Βοανεργές ἐστιν Υἱοὶ Βροντῆς·
Unchecked Copy BoxMar 3:18 - καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Ματθαῖον, καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν Κανανίτην,
Unchecked Copy BoxMar 3:19 - καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς καὶ παρέδωκεν αὐτόν καὶ ἔρχονται εἴς οἶκον
(Mat 12:22–30; Luk 11:14–23 )
Unchecked Copy BoxMar 3:20 - Καὶ συνέρχεται πάλιν ὄχλος ὥστε μὴ δύνασθαι αὐτοὺς μήτε ἄρτον φαγεῖν
Unchecked Copy BoxMar 3:21 - καὶ ἀκούσαντες οἱ παρ᾽ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ ὅτι ἐξέστη
Unchecked Copy BoxMar 3:22 - καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια
Unchecked Copy BoxMar 3:23 - καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν
Unchecked Copy BoxMar 3:24 - καὶ ἐὰν βασιλεία ἐφ᾽ ἑαυτὴν μερισθῇ οὐ δύναται σταθῆναι βασιλεία ἐκείνη·
Unchecked Copy BoxMar 3:25 - καὶ ἐὰν οἰκία ἐφ᾽ ἑαυτὴν μερισθῇ οὐ δύναται σταθῆναι οἰκία ἐκείνη
Unchecked Copy BoxMar 3:26 - καὶ εἰ Σατανᾶς ἀνέστη ἐφ᾽ ἑαυτὸν καὶ μεμερίσται, οὐ δύναται σταθῆναι, ἀλλὰ τέλος ἔχει
Unchecked Copy BoxMar 3:27 - οὐ δύναται οὐδεὶς τὰ σκεύη τοῦ ἰσχυροῦ εἰσελθὼν εἰς τὴν οἰκίαν αὐτοῦ διαρπάσαι ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει
(Mat 12:31, 32; Luk 12:10 )
Unchecked Copy BoxMar 3:28 - Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων καὶ βλασφημίαι ὅσας ἂν βλασφημήσωσιν·
Unchecked Copy BoxMar 3:29 - ὃς δ᾽ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα ἀλλ᾽ ἔνοχός ἐστιν αἰωνίου κρίσεως,
Unchecked Copy BoxMar 3:30 - ὅτι ἔλεγον Πνεῦμα ἀκάθαρτον ἔχει
(Mat 12:46–50; Luk 8:19–21 )
Unchecked Copy BoxMar 3:31 - ἔρχονται οῦν οἱ ἀδελφοὶ Καὶ μήτηρ αὐτοῦ καὶ ἔξω ἑστῶτες ἀπέστειλαν πρὸς αὐτὸν φωνοῦντες αὐτόν
Unchecked Copy BoxMar 3:32 - καὶ ἐκάθητο ὄχλος περὶ αὐτὸν εἶπον δὲ αὐτῷ Ἰδού, μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ζητοῦσίν σε
Unchecked Copy BoxMar 3:33 - καὶ ἀπεκριθη αὐτοῖς λέγων, Τίς ἐστιν μήτηρ μου οἱ ἀδελφοί μου
Unchecked Copy BoxMar 3:34 - καὶ περιβλεψάμενος κύκλῳ τοὺς περὶ αὐτὸν καθημένους λέγει Ἴδε μήτηρ μου καὶ οἱ ἀδελφοί μου
Unchecked Copy BoxMar 3:35 - ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ οὗτος ἀδελφός μου καὶ ἀδελφὴ μου καὶ μήτηρ ἐστίν
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan