The Blue Letter Bible
BLB Searches
Search the Bible
Search MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search MGNT

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

KATA MAQQAION (Matthew) 15 :: Morphological Greek New Testament (MGNT)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible
(Mar 7:1–23 )
Unchecked Copy BoxMat 15:1 - τότε προσέρχονται τῷ Ἰησοῦ ἀπὸ Ἱεροσολύμων Φαρισαῖοι καὶ γραμματεῖς λέγοντες
Unchecked Copy BoxMat 15:2 - διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων οὐ γὰρ νίπτονται τὰς χεῖρας αὐτῶν ὅταν ἄρτον ἐσθίωσιν
Unchecked Copy BoxMat 15:3 - ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν
Unchecked Copy BoxMat 15:4 - ὁ γὰρ θεὸς εἶπεν τίμα τὸν πατέρα καὶ τὴν μητέρα καί ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω
Unchecked Copy BoxMat 15:5 - ὑμεῖς δὲ λέγετε ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς
Unchecked Copy BoxMat 15:6 - οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ καὶ ἠκυρώσατε τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν
Unchecked Copy BoxMat 15:7 - ὑποκριταί καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἠσαΐας λέγων
Unchecked Copy BoxMat 15:8 - ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ
Unchecked Copy BoxMat 15:9 - μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων
Unchecked Copy BoxMat 15:10 - καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς ἀκούετε καὶ συνίετε
Unchecked Copy BoxMat 15:11 - οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον
Unchecked Copy BoxMat 15:12 - τότε προσελθόντες οἱ μαθηταὶ λέγουσιν αὐτῷ οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν
Unchecked Copy BoxMat 15:13 - ὁ δὲ ἀποκριθεὶς εἶπεν πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται
Unchecked Copy BoxMat 15:14 - ἄφετε αὐτούς τυφλοί εἰσιν ὁδηγοί τυφλῶν τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ ἀμφότεροι εἰς βόθυνον πεσοῦνται
Unchecked Copy BoxMat 15:15 - ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ φράσον ἡμῖν τὴν παραβολήν ταύτην
Unchecked Copy BoxMat 15:16 - ὁ δὲ εἶπεν ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε
Unchecked Copy BoxMat 15:17 - οὐ νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται
Unchecked Copy BoxMat 15:18 - τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον
Unchecked Copy BoxMat 15:19 - ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί φόνοι μοιχεῖαι πορνεῖαι κλοπαί ψευδομαρτυρίαι βλασφημίαι
Unchecked Copy BoxMat 15:20 - ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον
(Mar 7:24–30 )
Unchecked Copy BoxMat 15:21 - καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος
Unchecked Copy BoxMat 15:22 - καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἔκραζεν λέγουσα ἐλέησόν με κύριε υἱὸς Δαυίδ ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται
Unchecked Copy BoxMat 15:23 - ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτουν αὐτὸν λέγοντες ἀπόλυσον αὐτήν ὅτι κράζει ὄπισθεν ἡμῶν
Unchecked Copy BoxMat 15:24 - ὁ δὲ ἀποκριθεὶς εἶπεν οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ
Unchecked Copy BoxMat 15:25 - ἡ δὲ ἐλθοῦσα προσεκύνει αὐτῷ λέγουσα κύριε βοήθει μοι
Unchecked Copy BoxMat 15:26 - ὁ δὲ ἀποκριθεὶς εἶπεν οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις
Unchecked Copy BoxMat 15:27 - ἡ δὲ εἶπεν ναί κύριε καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν
Unchecked Copy BoxMat 15:28 - τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ ὦ γύναι μεγάλη σου ἡ πίστις γενηθήτω σοι ὡς θέλεις καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης
(Mar 7:31–37 )
Unchecked Copy BoxMat 15:29 - καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ
Unchecked Copy BoxMat 15:30 - καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθ᾽ ἑαυτῶν χωλούς τυφλούς κυλλούς κωφούς καὶ ἑτέρους πολλούς καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας αὐτοῦ καὶ ἐθεράπευσεν αὐτούς
Unchecked Copy BoxMat 15:31 - ὥστε τὸν ὄχλον θαυμάσαι βλέποντας κωφοὺς λαλοῦντας κυλλοὺς ὑγιεῖς καὶ χωλοὺς περιπατοῦντας καὶ τυφλοὺς βλέποντας καὶ ἐδόξασαν τὸν θεὸν Ἰσραήλ
(Mar 8:1–10 )
Unchecked Copy BoxMat 15:32 - ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ
Unchecked Copy BoxMat 15:33 - καὶ λέγουσιν αὐτῷ οἱ μαθηταί πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον
Unchecked Copy BoxMat 15:34 - καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς πόσους ἄρτους ἔχετε οἱ δὲ εἶπαν ἑπτά καὶ ὀλίγα ἰχθύδια
Unchecked Copy BoxMat 15:35 - καὶ παραγγείλας τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τὴν γῆν
Unchecked Copy BoxMat 15:36 - ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας καὶ εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις
Unchecked Copy BoxMat 15:37 - καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν καὶ τὸ περισσεῦον τῶν κλασμάτων ἦραν ἑπτὰ σπυρίδας πλήρεις
Unchecked Copy BoxMat 15:38 - οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων
Unchecked Copy BoxMat 15:39 - καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγαδάν
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to James Tauber who has made this resource freely available.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search MGNT
Your Bible Version is the MGNT
Go to Top
Link to This Page Cite This Page
Share this page Follow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1

Donate Contact

Blue Letter Bible study tools make reading, searching and studying the Bible easy and rewarding.

Hotjar - Unlimited insights from your web and mobile sites

Blue Letter Bible is a 501(c)(3) nonprofit organization