TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Πράξεις (Acts) 19 :: Textus Receptus (TR)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxAct 19:1 - Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλῶ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον καὶ εὑρών τινας μαθητάς
Unchecked Copy BoxAct 19:2 - εἶπέν πρὸς αὐτούς Εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες οἱ δὲ εῖπον πρὸς αὐτόν Ἀλλ οὐδὲ εἰ πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν
Unchecked Copy BoxAct 19:3 - εἶπέν τε πρὸς αὐτοὺς, Εἰς τί οὖν ἐβαπτίσθητε οἱ δὲ εἶπον, Εἰς τὸ Ἰωάννου βάπτισμα
Unchecked Copy BoxAct 19:4 - εἶπεν δὲ Παῦλος Ἰωάννης μὲν ἐβάπτισεν βάπτισμα μετανοίας τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾽ αὐτὸν ἵνα πιστεύσωσιν τοῦτ᾽ ἔστιν εἰς τὸν Χριστὸν Ἰησοῦν
Unchecked Copy BoxAct 19:5 - ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ
Unchecked Copy BoxAct 19:6 - καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας ἦλθεν τὸ πνεῦμα τὸ ἅγιον ἐπ᾽ αὐτούς ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον
Unchecked Copy BoxAct 19:7 - ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο
Unchecked Copy BoxAct 19:8 - Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ
Unchecked Copy BoxAct 19:9 - ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους ἀποστὰς ἀπ᾽ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς καθ᾽ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου τινός
Unchecked Copy BoxAct 19:10 - τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ κυρίου Ἰησοῦ, Ἰουδαίους τε καὶ Ἕλληνας
Unchecked Copy BoxAct 19:11 - Δυνάμεις τε οὐ τὰς τυχούσας ἐποίει θεὸς διὰ τῶν χειρῶν Παύλου
Unchecked Copy BoxAct 19:12 - ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἐπιφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια σιμικίνθια καὶ ἀπαλλάσσεσθαι ἀπ᾽ αὐτῶν τὰς νόσους τά τε πνεύματα τὰ πονηρὰ ἐξέρχεσθαι ἀπ᾽ αὐτῶν
Unchecked Copy BoxAct 19:13 - ἐπεχείρησαν δέ τινες ἀπὸ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ λέγοντες Ὁρκίζομεν ὑμᾶς τὸν Ἰησοῦν ὃν Παῦλος κηρύσσει
Unchecked Copy BoxAct 19:14 - ἦσαν δέ τινές υἱοὶ Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ οἱ τοῦτο ποιοῦντες
Unchecked Copy BoxAct 19:15 - ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν Τὸν Ἰησοῦν γινώσκω καὶ τὸν Παῦλον ἐπίσταμαι ὑμεῖς δὲ τίνες ἐστέ
Unchecked Copy BoxAct 19:16 - καὶ ἐφαλλόμενος ἐπ᾽ αὐτοὺς ἄνθρωπος ἐν ἦν τὸ πνεῦμα τὸ πονηρὸν καὶ κατακυριεύσας αὐτῶν ἴσχυσεν κατ᾽ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου
Unchecked Copy BoxAct 19:17 - τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησιν τοῖς κατοικοῦσιν τὴν Ἔφεσον καὶ ἐπέπεσεν φόβος ἐπὶ πάντας αὐτούς καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ
Unchecked Copy BoxAct 19:18 - πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν
Unchecked Copy BoxAct 19:19 - ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων· καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν καὶ εὗρον ἀργυρίου μυριάδας πέντε
Unchecked Copy BoxAct 19:20 - Οὕτως κατὰ κράτος λόγος τοῦ κυρίου ηὔξανεν καὶ ἴσχυεν
Unchecked Copy BoxAct 19:21 - Ὡς δὲ ἐπληρώθη ταῦτα ἔθετο Παῦλος ἐν τῷ πνεύματι διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν πορεύεσθαι εἰς Ἱερουσάλημ, εἰπὼν ὅτι Μετὰ τὸ γενέσθαι με ἐκεῖ δεῖ με καὶ Ῥώμην ἰδεῖν
Unchecked Copy BoxAct 19:22 - ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ Τιμόθεον καὶ Ἔραστον αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν
Unchecked Copy BoxAct 19:23 - Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ
Unchecked Copy BoxAct 19:24 - Δημήτριος γάρ τις ὀνόματι ἀργυροκόπος ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος παρείχετο τοῖς τεχνίταις ἐργασίαν οὐκ ὀλίγην
Unchecked Copy BoxAct 19:25 - οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας εἶπεν Ἄνδρες ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας εὐπορία ἡμῶν ἐστιν
Unchecked Copy BoxAct 19:26 - καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας Παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον λέγων ὅτι οὐκ εἰσὶν θεοὶ οἱ διὰ χειρῶν γινόμενοι
Unchecked Copy BoxAct 19:27 - οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς Ἀρτέμιδος ἱερὸν εἰς οὐδὲν λογισθῆναι μέλλειν δὲ καὶ καθαιρεῖσθαι τήν μεγαλειότητα αὐτῆς ἣν ὅλη Ἀσία καὶ οἰκουμένη σέβεται
Unchecked Copy BoxAct 19:28 - Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ ἔκραζον λέγοντες Μεγάλη Ἄρτεμις Ἐφεσίων
Unchecked Copy BoxAct 19:29 - καὶ ἐπλήσθη πόλις ὅλη συγχύσεως ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας συνεκδήμους τοῦ Παύλου
Unchecked Copy BoxAct 19:30 - τοῦ δὲ Παύλου βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον οὐκ εἴων αὐτὸν οἱ μαθηταί·
Unchecked Copy BoxAct 19:31 - τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν ὄντες αὐτῷ φίλοι πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον
Unchecked Copy BoxAct 19:32 - ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον· ἦν γὰρ ἐκκλησία συγκεχυμένη καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκεν συνεληλύθεισαν
Unchecked Copy BoxAct 19:33 - ἐκ δὲ τοῦ ὄχλου προεβίβασαν Ἀλέξανδρον προβαλόντων αὐτὸν τῶν Ἰουδαίων· δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ
Unchecked Copy BoxAct 19:34 - ἐπιγνόντων δὲ ὅτι Ἰουδαῖός ἐστιν φωνὴ ἐγένετο μία ἐκ πάντων ὡς ἐπὶ ὥρας δύο κραζόντων Μεγάλη Ἄρτεμις Ἐφεσίων
Unchecked Copy BoxAct 19:35 - καταστείλας δὲ γραμματεὺς τὸν ὄχλον φησίν Ἄνδρες Ἐφέσιοι τίς γάρ ἐστιν ἄνθρωπος ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης θεᾶς Ἀρτέμιδος καὶ τοῦ διοπετοῦς
Unchecked Copy BoxAct 19:36 - ἀναντιρρήτων οὖν ὄντων τούτων δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς πράττειν
Unchecked Copy BoxAct 19:37 - ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὰν ὑμῶν
Unchecked Copy BoxAct 19:38 - εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται πρός τινα λόγον ἔχουσιν ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοί εἰσιν ἐγκαλείτωσαν ἀλλήλοις
Unchecked Copy BoxAct 19:39 - εἰ δέ τι πὲρι ἑτέρων ἐπιζητεῖτε ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται
Unchecked Copy BoxAct 19:40 - καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ δυνησόμεθα ἀποδοῦναι λόγον τῆς συστροφῆς ταύτης
Unchecked Copy BoxAct 19:41 - καί ταῦτά εἰπών ἀπέλυσεν τήν ἐκκλησίαν
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan