LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Ιερεμίας (Jeremiah) 49 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxJer 49:1 - (LXX 30:17)τοῖς υἱοῖς Αμμων οὕτως εἶπεν κύριος μὴ υἱοὶ οὔκ εἰσιν ἐν Ισραηλ παραλημψόμενος οὐκ ἔστιν αὐτοῖς διὰ τί παρέλαβεν Μελχομ τὸν Γαδ καὶ λαὸς αὐτῶν ἐν πόλεσιν αὐτῶν ἐνοικήσει
Unchecked Copy BoxJer 49:2 - (LXX 30:18)διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται φησὶν κύριος καὶ ἀκουτιῶ ἐπὶ Ραββαθ θόρυβον πολέμων καὶ ἔσονται εἰς ἄβατον καὶ εἰς ἀπώλειαν καὶ βωμοὶ αὐτῆς ἐν πυρὶ κατακαυθήσονται καὶ παραλήμψεται Ισραηλ τὴν ἀρχὴν αὐτοῦ
Unchecked Copy BoxJer 49:3 - (LXX 30:19)ἀλάλαξον Εσεβων ὅτι ὤλετο Γαι κεκράξατε θυγατέρες Ραββαθ περιζώσασθε σάκκους καὶ ἐπιλημπτεύσασθε καὶ κόψασθε ἐπὶ Μελχομ ὅτι ἐν ἀποικίᾳ βαδιεῖται οἱ ἱερεῖς αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα
Unchecked Copy BoxJer 49:4 - (LXX 30:20)τί ἀγαλλιάσῃ ἐν τοῖς πεδίοις Ενακιμ θύγατερ ἰταμίας ἡ πεποιθυῖα ἐπὶ θησαυροῖς αὐτῆς λέγουσα τίς εἰσελεύσεται ἐπ᾽ ἐμέ
Unchecked Copy BoxJer 49:5 - (LXX 30:21)ἰδοὺ ἐγὼ φέρω φόβον ἐπὶ σέ εἶπεν κύριος ἀπὸ πάσης τῆς περιοίκου σου καὶ διασπαρήσεσθε ἕκαστος εἰς πρόσωπον αὐτοῦ καὶ οὐκ ἔσται συνάγων
Unchecked Copy BoxJer 49:7 - (LXX 30:1)τῇ Ιδουμαίᾳ τάδε λέγει κύριος οὐκ ἔστιν ἔτι σοφία ἐν Θαιμαν ἀπώλετο βουλὴ ἐκ συνετῶν ὤχετο σοφία αὐτῶν
Unchecked Copy BoxJer 49:8 - (LXX 30:2)ἠπατήθη τόπος αὐτῶν βαθύνατε εἰς κάθισιν οἱ κατοικοῦντες ἐν Δαιδαν ὅτι δύσκολα ἐποίησεν ἤγαγον ἐπ᾽ αὐτὸν ἐν χρόνῳ ἐπεσκεψάμην ἐπ᾽ αὐτόν
Unchecked Copy BoxJer 49:9 - (LXX 30:3)ὅτι τρυγηταὶ ἦλθόν σοι οὐ καταλείψουσίν σοι καταλείμματα ὡς κλέπται ἐν νυκτὶ ἐπιθήσουσιν χεῖρα αὐτῶν
Unchecked Copy BoxJer 49:10 - (LXX 30:4)ὅτι ἐγὼ κατέσυρα τὸν Ησαυ ἀνεκάλυψα τὰ κρυπτὰ αὐτῶν κρυβῆναι οὐ μὴ δύνωνται ὤλοντο διὰ χεῖρα ἀδελφοῦ αὐτοῦ καὶ γείτονος αὐτοῦ καὶ οὐκ ἔστιν
Unchecked Copy BoxJer 49:11 - (LXX 30:5)ὑπολείπεσθαι ὀρφανόν σου ἵνα ζήσηται καὶ ἐγὼ ζήσομαι καὶ χῆραι ἐπ᾽ ἐμὲ πεποίθασιν
Unchecked Copy BoxJer 49:12 - (LXX 30:6)ὅτι τάδε εἶπεν κύριος οἷς οὐκ ἦν νόμος πιεῖν τὸ ποτήριον ἔπιον καὶ σὺ ἀθῳωμένη οὐ μὴ ἀθῳωθῇς ὅτι πίνων πίεσαι
Unchecked Copy BoxJer 49:13 - (LXX 30:7)ὅτι κατ᾽ ἐμαυτοῦ ὤμοσα λέγει κύριος ὅτι εἰς ἄβατον καὶ εἰς ὀνειδισμὸν καὶ εἰς κατάρασιν ἔσῃ ἐν μέσῳ αὐτῆς καὶ πᾶσαι αἱ πόλεις αὐτῆς ἔσονται ἔρημοι εἰς αἰῶνα
Unchecked Copy BoxJer 49:14 - (LXX 30:8)ἀκοὴν ἤκουσα παρὰ κυρίου καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλεν συνάχθητε καὶ παραγένεσθε εἰς αὐτήν ἀνάστητε εἰς πόλεμον
Unchecked Copy BoxJer 49:15 - (LXX 30:9)μικρὸν ἔδωκά σε ἐν ἔθνεσιν εὐκαταφρόνητον ἐν ἀνθρώποις
Unchecked Copy BoxJer 49:16 - (LXX 30:10) παιγνία σου ἐνεχείρησέν σοι ἰταμία καρδίας σου κατέλυσεν τρυμαλιὰς πετρῶν συνέλαβεν ἰσχὺν βουνοῦ ὑψηλοῦ ὅτι ὕψωσεν ὥσπερ ἀετὸς νοσσιὰν αὐτοῦ ἐκεῖθεν καθελῶ σε
Unchecked Copy BoxJer 49:17 - (LXX 30:11)καὶ ἔσται Ιδουμαία εἰς ἄβατον πᾶς παραπορευόμενος ἐπ᾽ αὐτὴν συριεῖ
Unchecked Copy BoxJer 49:18 - (LXX 30:12)ὥσπερ κατεστράφη Σοδομα καὶ Γομορρα καὶ αἱ πάροικοι αὐτῆς εἶπεν κύριος παντοκράτωρ οὐ μὴ καθίσῃ ἐκεῖ ἄνθρωπος καὶ οὐ μὴ ἐνοικήσῃ ἐκεῖ υἱὸς ἀνθρώπου
Unchecked Copy BoxJer 49:19 - (LXX 30:13)ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἐκ μέσου τοῦ Ιορδάνου εἰς τόπον Αιθαμ ὅτι ταχὺ ἐκδιώξω αὐτοὺς ἀπ᾽ αὐτῆς καὶ τοὺς νεανίσκους ἐπ᾽ αὐτὴν ἐπιστήσατε ὅτι τίς ὥσπερ ἐγώ καὶ τίς ἀντιστήσεταί μοι καὶ τίς οὗτος ποιμήν ὃς στήσεται κατὰ πρόσωπόν μου
Unchecked Copy BoxJer 49:20 - (LXX 30:14)διὰ τοῦτο ἀκούσατε βουλὴν κυρίου ἣν ἐβουλεύσατο ἐπὶ τὴν Ιδουμαίαν καὶ λογισμὸν αὐτοῦ ὃν ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Θαιμαν ἐὰν μὴ συμψησθῶσιν τὰ ἐλάχιστα τῶν προβάτων ἐὰν μὴ ἀβατωθῇ ἐπ᾽ αὐτὴν κατάλυσις αὐτῶν
Unchecked Copy BoxJer 49:21 - (LXX 30:15)ὅτι ἀπὸ φωνῆς πτώσεως αὐτῶν ἐσείσθη γῆ καὶ κραυγή σου ἐν θαλάσσῃ ἠκούσθη
Unchecked Copy BoxJer 49:22 - (LXX 30:16)ἰδοὺ ὥσπερ ἀετὸς ὄψεται καὶ ἐκτενεῖ τὰς πτέρυγας ἐπ᾽ ὀχυρώματα αὐτῆς καὶ ἔσται καρδία τῶν ἰσχυρῶν τῆς Ιδουμαίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς καρδία γυναικὸς ὠδινούσης
Unchecked Copy BoxJer 49:23 - (LXX 30:29)τῇ Δαμασκῷ κατῃσχύνθη Ημαθ καὶ Αρφαδ ὅτι ἤκουσαν ἀκοὴν πονηράν ἐξέστησαν ἐθυμώθησαν ἀναπαύσασθαι οὐ μὴ δύνωνται
Unchecked Copy BoxJer 49:24 - (LXX 30:30)ἐξελύθη Δαμασκός ἀπεστράφη εἰς φυγήν τρόμος ἐπελάβετο αὐτῆς
Unchecked Copy BoxJer 49:25 - (LXX 30:31)πῶς οὐχὶ ἐγκατέλιπεν πόλιν ἐμήν κώμην ἠγάπησαν
Unchecked Copy BoxJer 49:26 - (LXX 30:32)διὰ τοῦτο πεσοῦνται νεανίσκοι ἐν πλατείαις σου καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου πεσοῦνται φησὶν κύριος
Unchecked Copy BoxJer 49:27 - (LXX 30:33)καὶ καύσω πῦρ ἐν τείχει Δαμασκοῦ καὶ καταφάγεται ἄμφοδα υἱοῦ Αδερ
Unchecked Copy BoxJer 49:28 - (LXX 30:23)τῇ Κηδαρ βασιλίσσῃ τῆς αὐλῆς ἣν ἐπάταξεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος οὕτως εἶπεν κύριος ἀνάστητε καὶ ἀνάβητε ἐπὶ Κηδαρ καὶ πλήσατε τοὺς υἱοὺς Κεδεμ
Unchecked Copy BoxJer 49:29 - (LXX 30:24)σκηνὰς αὐτῶν καὶ πρόβατα αὐτῶν λήμψονται ἱμάτια αὐτῶν καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ καμήλους αὐτῶν λήμψονται ἑαυτοῖς καὶ καλέσατε ἐπ᾽ αὐτοὺς ἀπώλειαν κυκλόθεν
Unchecked Copy BoxJer 49:30 - (LXX 30:25)φεύγετε λίαν βαθύνατε εἰς κάθισιν καθήμενοι ἐν τῇ αὐλῇ ὅτι ἐβουλεύσατο ἐφ᾽ ὑμᾶς βασιλεὺς Βαβυλῶνος βουλὴν καὶ ἐλογίσατο ἐφ᾽ ὑμᾶς λογισμόν
Unchecked Copy BoxJer 49:31 - (LXX 30:26)ἀνάστηθι καὶ ἀνάβηθι ἐπ᾽ ἔθνος εὐσταθοῦν καθήμενον εἰς ἀναψυχήν οἷς οὔκ εἰσιν θύραι οὐ βάλανοι οὐ μοχλοί μόνοι καταλύουσιν
Unchecked Copy BoxJer 49:32 - (LXX 30:27)καὶ ἔσονται κάμηλοι αὐτῶν εἰς προνομὴν καὶ πλῆθος κτηνῶν αὐτῶν εἰς ἀπώλειαν καὶ λικμήσω αὐτοὺς παντὶ πνεύματι κεκαρμένους πρὸ προσώπου αὐτῶν ἐκ παντὸς πέραν αὐτῶν οἴσω τὴν τροπὴν αὐτῶν εἶπεν κύριος
Unchecked Copy BoxJer 49:33 - (LXX 30:28)καὶ ἔσται αὐλὴ διατριβὴ στρουθῶν καὶ ἄβατος ἕως αἰῶνος οὐ μὴ καθίσῃ ἐκεῖ ἄνθρωπος καὶ οὐ μὴ κατοικήσῃ ἐκεῖ υἱὸς ἀνθρώπου
Unchecked Copy BoxJer 49:34 - (LXX 25:20)ἐν ἀρχῇ βασιλεύοντος Σεδεκιου τοῦ βασιλέως ἐγένετο λόγος οὗτος περὶ Αιλαμ
Unchecked Copy BoxJer 49:35 - (LXX 25:15)τάδε λέγει κύριος συντριβήτω τὸ τόξον Αιλαμ ἀρχὴ δυναστείας αὐτῶν
Unchecked Copy BoxJer 49:36 - (LXX 25:16)καὶ ἐπάξω ἐπὶ Αιλαμ τέσσαρας ἀνέμους ἐκ τῶν τεσσάρων ἄκρων τοῦ οὐρανοῦ καὶ διασπερῶ αὐτοὺς ἐν πᾶσιν τοῖς ἀνέμοις τούτοις καὶ οὐκ ἔσται ἔθνος οὐχ ἥξει ἐκεῖ οἱ ἐξωσμένοι Αιλαμ
Unchecked Copy BoxJer 49:37 - (LXX 25:17)καὶ πτοήσω αὐτοὺς ἐναντίον τῶν ἐχθρῶν αὐτῶν τῶν ζητούντων τὴν ψυχὴν αὐτῶν καὶ ἐπάξω ἐπ᾽ αὐτοὺς κακὰ κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου καὶ ἐπαποστελῶ ὀπίσω αὐτῶν τὴν μάχαιράν μου ἕως τοῦ ἐξαναλῶσαι αὐτούς
Unchecked Copy BoxJer 49:38 - (LXX 25:18)καὶ θήσω τὸν θρόνον μου ἐν Αιλαμ καὶ ἐξαποστελῶ ἐκεῖθεν βασιλέα καὶ μεγιστᾶνας
Unchecked Copy BoxJer 49:39 - (LXX 25:19)καὶ ἔσται ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν ἀποστρέψω τὴν αἰχμαλωσίαν Αιλαμ λέγει κύριος
LXX Footnotes
Some portions of the Old Testament have small, consistent differences in verse numbering between the Hebrew and Greek Septuagint texts. For example, most of the Psalms are numbered by a difference of one. That is, Psalm 119 in the Hebrew/English is Psalm 118 in the Greek. In these cases, we display the Psalm 118 Greek with the Psalm 119 Hebrew/English so as to aid the user in his or her study. In Jeremiah, these differences are greater because of a variant Hebrew source text that may have been used by the original LXX translators.
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan