TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Ιωάννης (John) 13 :: Textus Receptus (TR)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxJhn 13:1 - Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς Ἰησοῦς ὅτι ἐλήλυθεν αὐτοῦ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν αὐτούς
Unchecked Copy BoxJhn 13:2 - καὶ δείπνου γενομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου ἵνα αὐτὸν παραδῷ,
Unchecked Copy BoxJhn 13:3 - εἰδὼς Ἰησοῦς ὅτι πάντα δἔδωκεν αὐτῷ πατὴρ εἰς τὰς χεῖρας καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει
Unchecked Copy BoxJhn 13:4 - ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν·
Unchecked Copy BoxJhn 13:5 - εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ἦν διεζωσμένος
Unchecked Copy BoxJhn 13:6 - ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον· καὶ λέγει αὐτῷ ἐκεῖνος, Κύριε σύ μου νίπτεις τοὺς πόδας
Unchecked Copy BoxJhn 13:7 - ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι γνώσῃ δὲ μετὰ ταῦτα
Unchecked Copy BoxJhn 13:8 - λέγει αὐτῷ Πέτρος Οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα ἀπεκρίθη αὐτῷ Ἰησοῦς Ἐὰν μὴ νίψω σε οὐκ ἔχεις μέρος μετ᾽ ἐμοῦ
Unchecked Copy BoxJhn 13:9 - λέγει αὐτῷ Σίμων Πέτρος Κύριε μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν
Unchecked Copy BoxJhn 13:10 - λέγει αὐτῷ Ἰησοῦς λελουμένος οὐ χρείαν ἔχει τοὺς πόδας νίψασθαι ἀλλ᾽ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε ἀλλ᾽ οὐχὶ πάντες
Unchecked Copy BoxJhn 13:11 - ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν Οὐχὶ πάντες καθαροί ἐστε
Unchecked Copy BoxJhn 13:12 - Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν καὶ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ ἀναπεσών πάλιν εἶπεν αὐτοῖς Γινώσκετε τί πεποίηκα ὑμῖν
Unchecked Copy BoxJhn 13:13 - ὑμεῖς φωνεῖτέ με διδάσκαλος καὶ κύριος καὶ καλῶς λέγετε εἰμὶ γάρ
Unchecked Copy BoxJhn 13:14 - εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας κύριος καὶ διδάσκαλος καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας·
Unchecked Copy BoxJhn 13:15 - ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε
Unchecked Copy BoxJhn 13:16 - ἀμὴν ἀμὴν λέγω ὑμῖν οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν
Unchecked Copy BoxJhn 13:17 - εἰ ταῦτα οἴδατε μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά
(Mat 26:21–25; Mar 14:18, 19; Luk 22:21–23 )
Unchecked Copy BoxJhn 13:18 - οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα οὕς ἐξελεξάμην· ἀλλ᾽ ἵνα γραφὴ πληρωθῇ τρώγων μετ᾽ ἐμοῦ τὸν ἄρτον ἐπῆρεν ἐπ᾽ ἐμὲ τὴν πτέρναν αὐτοῦ
Unchecked Copy BoxJhn 13:19 - ἀπ᾽ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι ἵνα ὅταν γένηται πιστεύσητε ὅτι ἐγώ εἰμι
Unchecked Copy BoxJhn 13:20 - ἀμὴν ἀμὴν λέγω ὑμῖν λαμβάνων ἐάν τινα πέμψω ἐμὲ λαμβάνει δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με
Unchecked Copy BoxJhn 13:21 - Ταῦτα εἰπὼν Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με
Unchecked Copy BoxJhn 13:22 - ἔβλεπον οὖν εἰς ἀλλήλους οἱ μαθηταὶ ἀπορούμενοι περὶ τίνος λέγει
Unchecked Copy BoxJhn 13:23 - ἦν δέ ἀνακείμενος εἷς τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ ὃν ἠγάπα Ἰησοῦς·
Unchecked Copy BoxJhn 13:24 - νεύει οὖν τούτῳ Σίμων Πέτρος πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει
Unchecked Copy BoxJhn 13:25 - ἐπιπεσὼν δὲ ἐκεῖνος ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ Κύριε τίς ἐστιν
Unchecked Copy BoxJhn 13:26 - ἀποκρίνεται Ἰησοῦς Ἐκεῖνός ἐστιν ἐγὼ βάψας τὸ ψωμίον ἐπιδώσω καὶ ἐμβάψας τὸ ψωμίον δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτη
Unchecked Copy BoxJhn 13:27 - καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον Σατανᾶς λέγει οὖν αὐτῷ Ἰησοῦς ποιεῖς ποίησον τάχιον
Unchecked Copy BoxJhn 13:28 - τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ·
Unchecked Copy BoxJhn 13:29 - τινὲς γὰρ ἐδόκουν ἐπεὶ τὸ γλωσσόκομον εἶχεν Ἰούδας ὅτι λέγει αὐτῷ Ἰησοῦς Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν τοῖς πτωχοῖς ἵνα τι δῷ
Unchecked Copy BoxJhn 13:30 - λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος εὐθέως ἐξῆλθεν ἦν δὲ νύξ
Unchecked Copy BoxJhn 13:31 - Ὅτε ἐξῆλθεν λέγει Ἰησοῦς Νῦν ἐδοξάσθη υἱὸς τοῦ ἀνθρώπου καὶ θεὸς ἐδοξάσθη ἐν αὐτῷ·
Unchecked Copy BoxJhn 13:32 - εἰ θεὸς ἐδοξάσθη ἐν αὐτῷ καὶ θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν
Unchecked Copy BoxJhn 13:33 - τεκνία ἔτι μικρὸν μεθ᾽ ὑμῶν εἰμι· ζητήσετέ με καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου ὑπάγω ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν καὶ ὑμῖν λέγω ἄρτι
Unchecked Copy BoxJhn 13:34 - ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους
Unchecked Copy BoxJhn 13:35 - ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις
Unchecked Copy BoxJhn 13:36 - Λέγει αὐτῷ Σίμων Πέτρος Κύριε ποῦ ὑπάγεις ἀπεκρίθη αὐτῷ Ἰησοῦς Ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι ὕστερον δὲ ἀκολουθήσεις μοι
Unchecked Copy BoxJhn 13:37 - λέγει αὐτῷ Πέτρος Κύριε δια τί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω
Unchecked Copy BoxJhn 13:38 - ἀπεκρίθη αὐτῷ Ἰησοῦς Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις ἀμὴν ἀμὴν λέγω σοι οὐ μὴ ἀλέκτωρ φωνήσει ἕως οὗ ἀπαρνήσῃ με τρίς
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan