TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Ιωάννης (John) 19 :: Textus Receptus (TR)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
(Mat 27:27–31; Mar 15:16–20 )
Unchecked Copy BoxJhn 19:1 - Τότε οὖν ἔλαβεν Πιλᾶτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσεν
Unchecked Copy BoxJhn 19:2 - καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν
Unchecked Copy BoxJhn 19:3 - καὶ ἔλεγον Χαῖρε βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδουν αὐτῷ ῥαπίσματα
Unchecked Copy BoxJhn 19:4 - ἐξῆλθεν οὖν πάλιν ἔξω Πιλᾶτος Καὶ λέγει αὐτοῖς Ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω ἵνα γνῶτε ὅτι ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω
Unchecked Copy BoxJhn 19:5 - ἐξῆλθεν οὖν Ἰησοῦς ἔξω φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον καὶ λέγει αὐτοῖς Ἴδε ἄνθρωπος
Unchecked Copy BoxJhn 19:6 - ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγοντες Σταύρωσον σταύρωσον λέγει αὐτοῖς Πιλᾶτος Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν
Unchecked Copy BoxJhn 19:7 - ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι Ἡμεῖς νόμον ἔχομεν· καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν ὅτι ἑαυτὸν υἱὸν θεοῦ ἐποίησεν
Unchecked Copy BoxJhn 19:8 - Ὅτε οὖν ἤκουσεν Πιλᾶτος τοῦτον τὸν λόγον μᾶλλον ἐφοβήθη
Unchecked Copy BoxJhn 19:9 - καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ Πόθεν εἶ σύ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ
Unchecked Copy BoxJhn 19:10 - λέγει οὖν αὐτῷ Πιλᾶτος Ἐμοὶ οὐ λαλεῖς οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε
Unchecked Copy BoxJhn 19:11 - ἀπεκρίθη Ἰησοῦς Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ᾽ ἐμοῦ εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν· διὰ τοῦτο παραδιδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει
Unchecked Copy BoxJhn 19:12 - ἐκ τούτου ἐζήτει Πιλᾶτος ἀπολῦσαι αὐτόν· οἱ δὲ Ἰουδαῖοι ἔκραζον λέγοντες Ἐὰν τοῦτον ἀπολύσῃς οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς βασιλέα αὐτόν ποιῶν ἀντιλέγει τῷ Καίσαρι
Unchecked Copy BoxJhn 19:13 - οὖν Πιλᾶτος ἀκούσας τοῦτον τὸν λογὸν, ἤγαγεν ἔξω τὸν Ἰησοῦν καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον Ἑβραϊστὶ δὲ Γαββαθα
Unchecked Copy BoxJhn 19:14 - ἦν δὲ παρασκευὴ τοῦ πάσχα ὥρα δὲ ὡσεὶ ἕκτη καὶ λέγει τοῖς Ἰουδαίοις Ἴδε βασιλεὺς ὑμῶν
Unchecked Copy BoxJhn 19:15 - οἱ δὲ ἐκραύγασαν Ἆρον ἆρον σταύρωσον αὐτόν λέγει αὐτοῖς Πιλᾶτος Τὸν βασιλέα ὑμῶν σταυρώσω ἀπεκρίθησαν οἱ ἀρχιερεῖς Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα
Unchecked Copy BoxJhn 19:16 - τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ Παρέλαβον δὲ τὸν Ἰησοῦν καὶ ἀπήγαγον·
(Mat 27:32–56; Mar 15:21–41; Luk 23:26–49 )
Unchecked Copy BoxJhn 19:17 - καὶ βαστάζων τὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν εἰς τὸν λεγόμενον Κρανίου Τόπον ὃς λέγεται Ἑβραϊστὶ Γολγοθα
Unchecked Copy BoxJhn 19:18 - ὅπου αὐτὸν ἐσταύρωσαν καὶ μετ᾽ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν μέσον δὲ τὸν Ἰησοῦν
Unchecked Copy BoxJhn 19:19 - ἔγραψεν δὲ καὶ τίτλον Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· Ἰησοῦς Ναζωραῖος βασιλεὺς τῶν Ἰουδαίων
Unchecked Copy BoxJhn 19:20 - τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων ὅτι ἐγγὺς ἦν τῆς πόλεως τόπος ὅπου ἐσταυρώθη Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί Ἑλληνιστί Ῥωμαϊστί
Unchecked Copy BoxJhn 19:21 - ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων Μὴ γράφε· βασιλεὺς τῶν Ἰουδαίων ἀλλ᾽ ὅτι ἐκεῖνος εἶπεν Βασιλεύς εἰμι τῶν Ἰουδαίων
Unchecked Copy BoxJhn 19:22 - ἀπεκρίθη Πιλᾶτος γέγραφα γέγραφα
Unchecked Copy BoxJhn 19:23 - Οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη ἑκάστῳ στρατιώτῃ μέρος καὶ τὸν χιτῶνα ἦν δὲ χιτὼν ἄρραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι᾽ ὅλου
Unchecked Copy BoxJhn 19:24 - εἶπον οὖν πρὸς ἀλλήλους Μὴ σχίσωμεν αὐτόν ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται· ἵνα γραφὴ πληρωθῇ λέγουσα· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν
Unchecked Copy BoxJhn 19:25 - εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ μήτηρ αὐτοῦ καὶ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ Μαρία τοῦ Κλωπᾶ καὶ Μαρία Μαγδαληνή
Unchecked Copy BoxJhn 19:26 - Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα λέγει τῇ μητρί αὐτοῦ, Γύναι ἰδοῦ υἱός σου
Unchecked Copy BoxJhn 19:27 - εἶτα λέγει τῷ μαθητῇ Ἰδού, μήτηρ σου καὶ ἀπ᾽ ἐκείνης τῆς ὥρας ἔλαβεν αὐτὴν μαθητὴς εἰς τὰ ἴδια
Unchecked Copy BoxJhn 19:28 - Μετὰ τοῦτο εἰδὼς Ἰησοῦς ὅτι πάντα ἤδη τετέλεσται ἵνα τελειωθῇ γραφή λέγει Διψῶ
Unchecked Copy BoxJhn 19:29 - σκεῦος οὖν ἔκειτο ὄξους μεστόν· οἱ δὲ, πλήσαντες σπόγγον ὄξους καὶ ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι
Unchecked Copy BoxJhn 19:30 - ὅτε οὖν ἔλαβεν τὸ ὄξος Ἰησοῦς εἶπεν Τετέλεσται καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα
Unchecked Copy BoxJhn 19:31 - Οἱ οὖν Ἰουδαῖοι ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ ἐπεὶ παρασκευὴ ἦν ἦν γὰρ μεγάλη ἡμέρα ἐκείνου τοῦ σαββάτου ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν
Unchecked Copy BoxJhn 19:32 - ἦλθον οὖν οἱ στρατιῶται καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ·
Unchecked Copy BoxJhn 19:33 - ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες ὡς εἶδον αὐτὸν ἤδη τεθνηκότα οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη
Unchecked Copy BoxJhn 19:34 - ἀλλ᾽ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν καὶ εὐθὺς ἐξῆλθεν αἷμα καὶ ὕδωρ
Unchecked Copy BoxJhn 19:35 - καὶ ἑωρακὼς μεμαρτύρηκεν καὶ ἀληθινὴ αὐτοῦ ἐστιν μαρτυρία κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει ἵνα ὑμεῖς πιστεύσητε
Unchecked Copy BoxJhn 19:36 - ἐγένετο γὰρ ταῦτα ἵνα γραφὴ πληρωθῇ Ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ
Unchecked Copy BoxJhn 19:37 - καὶ πάλιν ἑτέρα γραφὴ λέγει Ὄψονται εἰς ὃν ἐξεκέντησαν
(Mat 27:57–61; Mar 15:42–47; Luk 23:50–56 )
Unchecked Copy BoxJhn 19:38 - Μετὰ δὲ ταῦτα ἠρώτησεν τὸν Πιλᾶτον Ἰωσὴφ ἀπὸ Ἁριμαθαίας ὢν μαθητὴς τοῦ Ἰησοῦ κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν Πιλᾶτος ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα τοῦ Ἰησοῦ
Unchecked Copy BoxJhn 19:39 - ἦλθεν δὲ καὶ Νικόδημος ἐλθὼν πρὸς τὸν Ἰησοῦν νυκτὸς τὸ πρῶτον φέρων μίγμα σμύρνης καὶ ἀλόης ὡσεὶ λίτρας ἑκατόν
Unchecked Copy BoxJhn 19:40 - ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησαν αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν
Unchecked Copy BoxJhn 19:41 - ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος καὶ ἐν τῷ κήπῳ μνημεῖον καινὸν ἐν οὐδέπω οὐδεὶς ἐτέθη
Unchecked Copy BoxJhn 19:42 - ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον ἔθηκαν τὸν Ἰησοῦν
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan