TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Ιωάννης (John) 21 :: Textus Receptus (TR)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxJhn 21:1 - Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως
Unchecked Copy BoxJhn 21:2 - ἦσαν ὁμοῦ Σίμων Πέτρος καὶ Θωμᾶς λεγόμενος Δίδυμος καὶ Ναθαναὴλ ἀπὸ Κανὰ τῆς Γαλιλαίας καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο
Unchecked Copy BoxJhn 21:3 - λέγει αὐτοῖς Σίμων Πέτρος Ὑπάγω ἁλιεύειν λέγουσιν αὐτῷ Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί ἐξῆλθον καὶ ἀνέβησαν εἰς τὸ πλοῖον εὐθὺς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν
Unchecked Copy BoxJhn 21:4 - πρωΐας δὲ ἤδη γενομένης ἔστη Ἰησοῦς εἰς τὸν αἰγιαλόν οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν
Unchecked Copy BoxJhn 21:5 - λέγει οὖν αὐτοῖς Ἰησοῦς Παιδία μή τι προσφάγιον ἔχετε ἀπεκρίθησαν αὐτῷ Οὔ
Unchecked Copy BoxJhn 21:6 - δὲ εἶπεν αὐτοῖς Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον καὶ εὑρήσετε ἔβαλον οὖν καὶ οὐκ ἔτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων
Unchecked Copy BoxJhn 21:7 - λέγει οὖν μαθητὴς ἐκεῖνος ὃν ἠγάπα Ἰησοῦς τῷ Πέτρῳ κύριός ἐστιν Σίμων οὖν Πέτρος ἀκούσας ὅτι κύριός ἐστιν τὸν ἐπενδύτην διεζώσατο ἦν γὰρ γυμνός καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν
Unchecked Copy BoxJhn 21:8 - οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλ᾽ ὡς ἀπὸ πηχῶν διακοσίων σύροντες τὸ δίκτυον τῶν ἰχθύων
Unchecked Copy BoxJhn 21:9 - ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον
Unchecked Copy BoxJhn 21:10 - λέγει αὐτοῖς Ἰησοῦς Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν
Unchecked Copy BoxJhn 21:11 - ἀνέβη Σίμων Πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντηκοντατριῶν καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον
Unchecked Copy BoxJhn 21:12 - λέγει αὐτοῖς Ἰησοῦς Δεῦτε ἀριστήσατε οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν Σὺ τίς εἶ εἰδότες ὅτι κύριός ἐστιν
Unchecked Copy BoxJhn 21:13 - ἔρχεται οὖν Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς καὶ τὸ ὀψάριον ὁμοίως
Unchecked Copy BoxJhn 21:14 - τοῦτο ἤδη τρίτον ἐφανερώθη Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν
Unchecked Copy BoxJhn 21:15 - Ὅτε οὖν ἠρίστησαν λέγει τῷ Σίμωνι Πέτρῳ Ἰησοῦς Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλεῖόν τούτων λέγει αὐτῷ Ναί κύριε σὺ οἶδας ὅτι φιλῶ σε λέγει αὐτῷ Βόσκε τὰ ἀρνία μου
Unchecked Copy BoxJhn 21:16 - λέγει αὐτῷ πάλιν δεύτερον Σίμων Ἰωνᾶ ἀγαπᾷς με λέγει αὐτῷ Ναί κύριε σὺ οἶδας ὅτι φιλῶ σε λέγει αὐτῷ Ποίμαινε τὰ πρόβατά μου
Unchecked Copy BoxJhn 21:17 - λέγει αὐτῷ τὸ τρίτον Σίμων Ἰωνᾶ, φιλεῖς με ἐλυπήθη Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον Φιλεῖς με καὶ εἶπεν αὐτῷ Κύριε σὺ πάντα οἶδας σὺ γινώσκεις ὅτι φιλῶ σε λέγει αὐτῷ Ἰησοῦς Βόσκε τὰ πρόβατά μου
Unchecked Copy BoxJhn 21:18 - ἀμὴν ἀμὴν λέγω σοι ὅτε ἦς νεώτερος ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς ἐκτενεῖς τὰς χεῖράς σου καὶ ἄλλος σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις
Unchecked Copy BoxJhn 21:19 - τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ Ἀκολούθει μοι
Unchecked Copy BoxJhn 21:20 - Ἐπιστραφεὶς δέ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα Ἰησοῦς ἀκολουθοῦντα ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν Κύριε τίς ἐστιν παραδιδούς σε
Unchecked Copy BoxJhn 21:21 - τοῦτον ἰδὼν Πέτρος λέγει τῷ Ἰησοῦ Κύριε οὗτος δὲ τί
Unchecked Copy BoxJhn 21:22 - λέγει αὐτῷ Ἰησοῦς Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι τί πρὸς σέ σύ ἀκολούθει μοι
Unchecked Copy BoxJhn 21:23 - ἐξῆλθεν οὖν λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς ὅτι μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει καὶ οὐκ εἶπεν αὐτῷ Ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει· ἀλλ᾽ Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι τί πρὸς σέ
Unchecked Copy BoxJhn 21:24 - Οὗτός ἐστιν μαθητὴς μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα καὶ οἴδαμεν ὅτι ἀληθὴς ἐστίν μαρτυρία αὐτοῦ
Unchecked Copy BoxJhn 21:25 - Ἔστιν δὲ καὶ ἄλλα πολλὰ ὃσα ἐποίησεν Ἰησοῦς ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία ἀμήν
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan