LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Ψαλμοί (Job) 30 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxJob 30:1 - νυνὶ δὲ κατεγέλασάν μου ἐλάχιστοι νῦν νουθετοῦσίν με ἐν μέρει ὧν ἐξουδένουν πατέρας αὐτῶν οὓς οὐχ ἡγησάμην εἶναι ἀξίους κυνῶν τῶν ἐμῶν νομάδων
Unchecked Copy BoxJob 30:2 - καί γε ἰσχὺς χειρῶν αὐτῶν ἵνα τί μοι ἐπ᾽ αὐτοὺς ἀπώλετο συντέλεια
Unchecked Copy BoxJob 30:3 - ἐν ἐνδείᾳ καὶ λιμῷ ἄγονος οἱ φεύγοντες ἄνυδρον ἐχθὲς συνοχὴν καὶ ταλαιπωρίαν
Unchecked Copy BoxJob 30:4 - οἱ περικλῶντες ἅλιμα ἐπὶ ἠχοῦντι οἵτινες ἅλιμα ἦν αὐτῶν τὰ σῖτα ἄτιμοι δὲ καὶ πεφαυλισμένοι ἐνδεεῖς παντὸς ἀγαθοῦ οἳ καὶ ῥίζας ξύλων ἐμασῶντο ὑπὸ λιμοῦ μεγάλου
Unchecked Copy BoxJob 30:5 - ἐπανέστησάν μοι κλέπται
Unchecked Copy BoxJob 30:6 - ὧν οἱ οἶκοι αὐτῶν ἦσαν τρῶγλαι πετρῶν
Unchecked Copy BoxJob 30:7 - ἀνὰ μέσον εὐήχων βοήσονται οἳ ὑπὸ φρύγανα ἄγρια διῃτῶντο
Unchecked Copy BoxJob 30:8 - ἀφρόνων υἱοὶ καὶ ἀτίμων ὄνομα καὶ κλέος ἐσβεσμένον ἀπὸ γῆς
Unchecked Copy BoxJob 30:9 - νυνὶ δὲ κιθάρα ἐγώ εἰμι αὐτῶν καὶ ἐμὲ θρύλημα ἔχουσιν
Unchecked Copy BoxJob 30:10 - ἐβδελύξαντο δέ με ἀποστάντες μακράν ἀπὸ δὲ προσώπου μου οὐκ ἐφείσαντο πτύελον
Unchecked Copy BoxJob 30:11 - ἀνοίξας γὰρ φαρέτραν αὐτοῦ ἐκάκωσέν με καὶ χαλινὸν τοῦ προσώπου μου ἐξαπέστειλαν
Unchecked Copy BoxJob 30:12 - ἐπὶ δεξιῶν βλαστοῦ ἐπανέστησαν πόδα αὐτῶν ἐξέτειναν καὶ ὡδοποίησαν ἐπ᾽ ἐμὲ τρίβους ἀπωλείας αὐτῶν
Unchecked Copy BoxJob 30:13 - ἐξετρίβησαν τρίβοι μου ἐξέδυσεν γάρ μου τὴν στολήν
Unchecked Copy BoxJob 30:14 - βέλεσιν αὐτοῦ κατηκόντισέν με κέχρηταί μοι ὡς βούλεται ἐν ὀδύναις πέφυρμαι
Unchecked Copy BoxJob 30:15 - ἐπιστρέφονται δέ μου αἱ ὀδύναι ᾤχετό μου ἐλπὶς ὥσπερ πνεῦμα καὶ ὥσπερ νέφος σωτηρία μου
Unchecked Copy BoxJob 30:16 - καὶ νῦν ἐπ᾽ ἐμὲ ἐκχυθήσεται ψυχή μου ἔχουσιν δέ με ἡμέραι ὀδυνῶν
Unchecked Copy BoxJob 30:17 - νυκτὶ δέ μου τὰ ὀστᾶ συγκέκαυται τὰ δὲ νεῦρά μου διαλέλυται
Unchecked Copy BoxJob 30:18 - ἐν πολλῇ ἰσχύι ἐπελάβετό μου τῆς στολῆς ὥσπερ τὸ περιστόμιον τοῦ χιτῶνός μου περιέσχεν με
Unchecked Copy BoxJob 30:19 - ἥγησαι δέ με ἴσα πηλῷ ἐν γῇ καὶ σποδῷ μου μερίς
Unchecked Copy BoxJob 30:20 - κέκραγα δὲ πρὸς σὲ καὶ οὐκ εἰσακούεις μου ἔστησαν καὶ κατενόησάν με
Unchecked Copy BoxJob 30:21 - ἐπέβης δέ μοι ἀνελεημόνως χειρὶ κραταιᾷ με ἐμαστίγωσας
Unchecked Copy BoxJob 30:22 - ἔταξας δέ με ἐν ὀδύναις καὶ ἀπέρριψάς με ἀπὸ σωτηρίας
Unchecked Copy BoxJob 30:23 - οἶδα γὰρ ὅτι θάνατός με ἐκτρίψει οἰκία γὰρ παντὶ θνητῷ γῆ
Unchecked Copy BoxJob 30:24 - εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι ἢ δεηθείς γε ἑτέρου καὶ ποιήσει μοι τοῦτο
Unchecked Copy BoxJob 30:25 - ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις
Unchecked Copy BoxJob 30:26 - ἐγὼ δὲ ἐπέχων ἀγαθοῖς ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι κακῶν
Unchecked Copy BoxJob 30:27 - κοιλία μου ἐξέζεσεν καὶ οὐ σιωπήσεται προέφθασάν με ἡμέραι πτωχείας
Unchecked Copy BoxJob 30:28 - στένων πεπόρευμαι ἄνευ φιμοῦ ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς
Unchecked Copy BoxJob 30:29 - ἀδελφὸς γέγονα σειρήνων ἑταῖρος δὲ στρουθῶν
Unchecked Copy BoxJob 30:30 - τὸ δὲ δέρμα μου ἐσκότωται μεγάλως τὰ δὲ ὀστᾶ μου ἀπὸ καύματος
Unchecked Copy BoxJob 30:31 - ἀπέβη δὲ εἰς πάθος μου κιθάρα δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan