LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Κριτές (Judges) 14 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxJdg 14:1 - καὶ κατέβη Σαμψων εἰς Θαμναθα καὶ εἶδεν γυναῖκα ἐν Θαμναθα ἐκ τῶν θυγατέρων τῶν ἀλλοφύλων καὶ ἤρεσεν ἐνώπιον αὐτοῦ
Unchecked Copy BoxJdg 14:2 - καὶ ἀνέβη καὶ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ καὶ εἶπεν γυναῖκα ἑώρακα ἐν Θαμναθα ἀπὸ τῶν θυγατέρων τῶν ἀλλοφύλων καὶ νῦν λάβετέ μοι αὐτὴν εἰς γυναῖκα
Unchecked Copy BoxJdg 14:3 - καὶ εἶπεν αὐτῷ πατὴρ αὐτοῦ καὶ μήτηρ αὐτοῦ μὴ οὐκ ἔστιν ἀπὸ τῶν θυγατέρων τῶν ἀδελφῶν σου καὶ ἐν παντὶ τῷ λαῷ μου γυνή ὅτι σὺ πορεύῃ λαβεῖν γυναῖκα ἐκ τῶν ἀλλοφύλων τῶν ἀπεριτμήτων καὶ εἶπεν Σαμψων πρὸς τὸν πατέρα αὐτοῦ ταύτην λαβέ μοι ὅτι ἤρεσεν ἐν ὀφθαλμοῖς μου
Unchecked Copy BoxJdg 14:4 - καὶ πατὴρ αὐτοῦ καὶ μήτηρ αὐτοῦ οὐκ ἔγνωσαν ὅτι παρὰ κυρίου ἐστίν ὅτι ἀνταπόδομα αὐτὸς ἐκζητεῖ ἐκ τῶν ἀλλοφύλων καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἀλλόφυλοι ἐκυρίευον τῶν υἱῶν Ισραηλ
Unchecked Copy BoxJdg 14:5 - καὶ κατέβη Σαμψων καὶ πατὴρ αὐτοῦ καὶ μήτηρ αὐτοῦ εἰς Θαμναθα καὶ ἐξέκλινεν εἰς ἀμπελῶνα Θαμναθα καὶ ἰδοὺ σκύμνος λεόντων ὠρυόμενος εἰς ἀπάντησιν αὐτοῦ
Unchecked Copy BoxJdg 14:6 - καὶ κατηύθυνεν ἐπ᾽ αὐτὸν πνεύμα κυρίου καὶ διέσπασεν αὐτόν ὡσεὶ διασπάσαι ἔριφον αἰγῶν καὶ οὐδὲν ἦν ἐν τῇ χειρὶ αὐτοῦ καὶ οὐκ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ οὐδὲ τῇ μητρὶ ἐποίησεν
Unchecked Copy BoxJdg 14:7 - καὶ κατέβησαν καὶ ἐλάλησαν τῇ γυναικί καὶ ἤρεσεν ἐνώπιον Σαμψων
Unchecked Copy BoxJdg 14:8 - καὶ ἐπέστρεψεν μεθ᾽ ἡμέρας λαβεῖν αὐτὴν καὶ ἐξέκλινεν ἰδεῖν τὸ πτῶμα τοῦ λέοντος καὶ ἰδοὺ συστροφὴ μελισσῶν ἐν τῷ στόματι τοῦ λέοντος καὶ μέλι ἦν
Unchecked Copy BoxJdg 14:9 - καὶ ἐξεῖλεν αὐτὸ εἰς τὸ στόμα αὐτοῦ καὶ ἐπορεύθη πορευόμενος καὶ ἔσθων καὶ ἐπορεύθη πρὸς τὸν πατέρα αὐτοῦ καὶ πρὸς τὴν μητέρα αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς καὶ ἔφαγον καὶ οὐκ ἀπήγγειλεν αὐτοῖς ὅτι ἐκ τῆς ἕξεως τοῦ λέοντος ἐξεῖλεν τὸ μέλι
Unchecked Copy BoxJdg 14:10 - καὶ κατέβη πατὴρ αὐτοῦ πρὸς τὴν γυναῖκα καὶ ἐποίησεν ἐκεῖ Σαμψων πότον ἡμέρας ἑπτά ὅτι οὕτως ἐποίουν οἱ νεανίσκοι
Unchecked Copy BoxJdg 14:11 - καὶ ἐγένετο ἐν τῷ φοβεῖσθαι αὐτοὺς αὐτὸν προσκατέστησαν αὐτῷ ἑταίρους τριάκοντα καὶ ἦσαν μετ᾽ αὐτοῦ
Unchecked Copy BoxJdg 14:12 - καὶ εἶπεν αὐτοῖς Σαμψων προβαλῶ ὑμῖν πρόβλημα καὶ ἐὰν ἀπαγγείλητέ μοι τὸ πρόβλημα ἐν ταῖς ἑπτὰ ἡμέραις τοῦ πότου δώσω ὑμῖν τριάκοντα σινδόνας καὶ τριάκοντα στολάς
Unchecked Copy BoxJdg 14:13 - καὶ ἐὰν μὴ δυνασθῆτε ἀπαγγεῖλαί μοι καὶ δώσετε ὑμεῖς ἐμοὶ τριάκοντα σινδόνας καὶ τριάκοντα στολὰς ἱματίων καὶ εἶπαν αὐτῷ προβαλοῦ τὸ πρόβλημά σου καὶ ἀκουσόμεθα αὐτοῦ
Unchecked Copy BoxJdg 14:14 - καὶ εἶπεν αὐτοῖς ἐκ τοῦ ἔσθοντος ἐξῆλθεν βρῶσις καὶ ἐξ ἰσχυροῦ ἐξῆλθεν γλυκύ καὶ οὐκ ἠδυνάσθησαν ἀπαγγεῖλαι τὸ πρόβλημα ἐπὶ τρεῖς ἡμέρας
Unchecked Copy BoxJdg 14:15 - καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ εἶπαν τῇ γυναικὶ Σαμψων ἀπάτησον δὴ τὸν ἄνδρα σου καὶ ἀπαγγειλάτω σοι τὸ πρόβλημα μήποτε ἐμπυρίσωμέν σε καὶ τὸν οἶκον τοῦ πατρός σου ἐν πυρί πτωχεῦσαι ἐκαλέσατε ἡμᾶς
Unchecked Copy BoxJdg 14:16 - καὶ ἔκλαυσεν γυνὴ Σαμψων ἐπ᾽ αὐτὸν καὶ εἶπεν αὐτῷ μεμίσηκάς με καὶ οὐκ ἠγάπηκάς με ὅτι τὸ πρόβλημα ὃ προεβάλου τοῖς υἱοῖς τοῦ λαοῦ μου κἀμοὶ οὐκ ἀπήγγειλας αὐτό καὶ εἶπεν αὐτῇ Σαμψων ἰδοὺ τῷ πατρί μου καὶ τῇ μητρί μου οὐκ ἀπήγγειλα αὐτό καὶ σοὶ ἀπαγγελῶ
Unchecked Copy BoxJdg 14:17 - καὶ ἔκλαυσεν ἐπ᾽ αὐτὸν ἐπὶ τὰς ἑπτὰ ἡμέρας ἐν αἷς ἦν ἐν αὐταῖς πότος καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπήγγειλεν αὐτῇ ὅτι παρηνώχλησεν αὐτόν καὶ αὐτὴ ἀπήγγειλεν τοῖς υἱοῖς τοῦ λαοῦ αὐτῆς
Unchecked Copy BoxJdg 14:18 - καὶ εἶπαν αὐτῷ οἱ ἄνδρες τῆς πόλεως ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ πρὶν δῦναι τὸν ἥλιον τί γλυκύτερον μέλιτος καὶ τί ἰσχυρότερον λέοντος καὶ εἶπεν αὐτοῖς Σαμψων εἰ μὴ κατεδαμάσατέ μου τὴν δάμαλιν οὐκ ἂν εὕρετε τὸ πρόβλημά μου
Unchecked Copy BoxJdg 14:19 - καὶ κατεύθυνεν ἐπ᾽ αὐτὸν πνεῦμα κυρίου καὶ κατέβη εἰς Ἀσκαλῶνα καὶ ἔπαισεν ἐκεῖθεν τριάκοντα ἄνδρας καὶ ἔλαβεν τὰς στολὰς αὐτῶν καὶ ἔδωκεν τοῖς ἀπαγγείλασιν τὸ πρόβλημα καὶ ἐθυμώθη ὀργῇ Σαμψων καὶ ἀνέβη εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ
Unchecked Copy BoxJdg 14:20 - καὶ συνῴκησεν γυνὴ Σαμψων τῷ νυμφαγωγῷ αὐτοῦ ὃς ἦν ἑταῖρος αὐτοῦ
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan