TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Λουκάς (Luke) 14 :: Textus Receptus (TR)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxLuk 14:1 - Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν
Unchecked Copy BoxLuk 14:2 - καὶ ἰδού, ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ
Unchecked Copy BoxLuk 14:3 - καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων, Ἐι Ἔξεστιν τῷ σαββάτῳ θεραπεύειν
Unchecked Copy BoxLuk 14:4 - οἱ δὲ ἡσύχασαν καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν
Unchecked Copy BoxLuk 14:5 - καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν Τίνος ὑμῶν ὄνος βοῦς εἰς φρέαρ ἐμπεσεῖται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν τὴ ἡμέρᾳ τοῦ σαββάτου
Unchecked Copy BoxLuk 14:6 - καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι αὐτῷ πρὸς ταῦτα
Unchecked Copy BoxLuk 14:7 - Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο λέγων πρὸς αὐτούς
Unchecked Copy BoxLuk 14:8 - Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν μήποτε ἐντιμότερός σου κεκλημένος ὑπ᾽ αὐτοῦ
Unchecked Copy BoxLuk 14:9 - καὶ ἐλθὼν σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι Δὸς τούτῳ τόπον καὶ τότε ἄρξῃ μετ᾽ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν
Unchecked Copy BoxLuk 14:10 - ἀλλ᾽ ὅταν κληθῇς πορευθεὶς ἀνάπεσον εἰς τὸν ἔσχατον τόπον ἵνα ὅταν ἔλθῃ κεκληκώς σε εἴπῃ σοι Φίλε προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον τῶν συνανακειμένων σοι
Unchecked Copy BoxLuk 14:11 - ὅτι πᾶς ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται
Unchecked Copy BoxLuk 14:12 - Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν Ὅταν ποιῇς ἄριστον δεῖπνον μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους μήποτε καὶ αὐτοὶ σε ἀντικαλέσωσίν καὶ γένηται σοι ἀνταπόδομά
Unchecked Copy BoxLuk 14:13 - ἀλλ᾽ ὅταν ποιῇς δοχὴν κάλει πτωχούς ἀναπήρους, χωλούς τυφλούς·
Unchecked Copy BoxLuk 14:14 - καὶ μακάριος ἔσῃ ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων
(Mat 22:1–14 )
Unchecked Copy BoxLuk 14:15 - Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ Μακάριος ὃς φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ
Unchecked Copy BoxLuk 14:16 - δὲ εἶπεν αὐτῷ Ἄνθρωπός τις ἐποίησεν δεῖπνον μέγα καὶ ἐκάλεσεν πολλούς
Unchecked Copy BoxLuk 14:17 - καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις Ἔρχεσθε ὅτι ἤδη ἕτοιμά ἐστιν πάντα
Unchecked Copy BoxLuk 14:18 - καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες πρῶτος εἶπεν αὐτῷ Ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην ἐξελθεῖν καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε ἔχε με παρῃτημένον
Unchecked Copy BoxLuk 14:19 - καὶ ἕτερος εἶπεν Ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε ἔχε με παρῃτημένον
Unchecked Copy BoxLuk 14:20 - καὶ ἕτερος εἶπεν Γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν
Unchecked Copy BoxLuk 14:21 - καὶ παραγενόμενος δοῦλος ἐκεῖνος ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα τότε ὀργισθεὶς οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ χωλοὺς καὶ τυφλοὺς εἰσάγαγε ὧδε
Unchecked Copy BoxLuk 14:22 - καὶ εἶπεν δοῦλος Κύριε γέγονεν ὡς ἐπέταξας καὶ ἔτι τόπος ἐστίν
Unchecked Copy BoxLuk 14:23 - καὶ εἶπεν κύριος πρὸς τὸν δοῦλον Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν ἵνα γεμισθῇ οἶκος μου
Unchecked Copy BoxLuk 14:24 - λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου
(Mat 10:34–39 )
Unchecked Copy BoxLuk 14:25 - Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς
Unchecked Copy BoxLuk 14:26 - Εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς ἔτι δέ καὶ τὴν ἑαυτοῦ ψυχὴν οὐ δύναται μου μαθητής εἶναί
Unchecked Copy BoxLuk 14:27 - καὶ ὅστις οὐ βαστάζει τὸν σταυρὸν αὑτοῦ καὶ ἔρχεται ὀπίσω μου οὐ δύναται μου εἶναί μαθητής
Unchecked Copy BoxLuk 14:28 - τίς γὰρ ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην εἰ ἔχει τὰ πρὸς ἀπαρτισμόν
Unchecked Copy BoxLuk 14:29 - ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἄρξωνται ἐμπαίζειν αὐτῷ
Unchecked Copy BoxLuk 14:30 - λέγοντες ὅτι Οὗτος ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι
Unchecked Copy BoxLuk 14:31 - τίς βασιλεὺς πορευόμενος συμβαλεῖν ἑτέρῳ βασιλεῖ εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον βουλεύεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ἀπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ᾽ αὐτόν
Unchecked Copy BoxLuk 14:32 - εἰ δὲ μήγε, ἔτι αὐτοῦ πόρρω ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην
Unchecked Copy BoxLuk 14:33 - οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται μου εἶναί μαθητής
(Mat 5:13; Mar 9:50 )
Unchecked Copy BoxLuk 14:34 - Καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ ἐν τίνι ἀρτυθήσεται
Unchecked Copy BoxLuk 14:35 - οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν ἔξω βάλλουσιν αὐτό ἔχων ὦτα ἀκούειν ἀκουέτω
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan