The Blue Letter Bible
BLB Searches
Search the Bible
Search TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search TR

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

KATA LOUKAN (Luke) 18 :: Textus Receptus (TR)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible
Unchecked Copy BoxLuk 18:1 - Ἔλεγεν δὲ καὶ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν,
Unchecked Copy BoxLuk 18:2 - λέγων, Κριτής τις ἦν ἔν τινι πόλει τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος
Unchecked Copy BoxLuk 18:3 - χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου
Unchecked Copy BoxLuk 18:4 - καὶ οὐκ ἤθελησεν ἐπὶ χρόνον μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ Εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι
Unchecked Copy BoxLuk 18:5 - διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με
Unchecked Copy BoxLuk 18:6 - Εἶπεν δὲ ὁ κύριος Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει·
Unchecked Copy BoxLuk 18:7 - ὁ δὲ θεὸς οὐ μὴ ποιήσει τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων πρὸς αὐτόν ἡμέρας καὶ νυκτός καὶ μακροθυμῶν ἐπ᾽ αὐτοῖς
Unchecked Copy BoxLuk 18:8 - λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς
Unchecked Copy BoxLuk 18:9 - Εἶπεν δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφ᾽ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην·
Unchecked Copy BoxLuk 18:10 - Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης
Unchecked Copy BoxLuk 18:11 - ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο Ὁ θεός εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων ἅρπαγες ἄδικοι μοιχοί ἢ καὶ ὡς οὗτος ὁ τελώνης·
Unchecked Copy BoxLuk 18:12 - νηστεύω δὶς τοῦ σαββάτου ἀποδεκατῶ πάντα ὅσα κτῶμαι
Unchecked Copy BoxLuk 18:13 - καὶ ὁ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανόν ἐπᾶραι ἀλλ᾽ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων, Ὁ θεός ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ
Unchecked Copy BoxLuk 18:14 - λέγω ὑμῖν κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται
Unchecked Copy BoxLuk 18:15 - Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ ἐπετίμησαν αὐτοῖς
Unchecked Copy BoxLuk 18:16 - ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτὰ εἶπεν, Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ
Unchecked Copy BoxLuk 18:17 - ἀμὴν λέγω ὑμῖν ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν
Unchecked Copy BoxLuk 18:18 - Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων, Διδάσκαλε ἀγαθέ τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω
Unchecked Copy BoxLuk 18:19 - εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς Τί με λέγεις ἀγαθόν οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός
Unchecked Copy BoxLuk 18:20 - τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς Μὴ φονεύσῃς Μὴ κλέψῃς Μὴ ψευδομαρτυρήσῃς Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου
Unchecked Copy BoxLuk 18:21 - ὁ δὲ εἶπεν Ταῦτα πάντα ἐφύλαξαμην ἐκ νεότητος μου
Unchecked Copy BoxLuk 18:22 - ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι
Unchecked Copy BoxLuk 18:23 - ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα
Unchecked Copy BoxLuk 18:24 - Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπεν Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ θεοῦ
Unchecked Copy BoxLuk 18:25 - εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν
Unchecked Copy BoxLuk 18:26 - εἶπον δὲ οἱ ἀκούσαντες Καὶ τίς δύναται σωθῆναι
Unchecked Copy BoxLuk 18:27 - ὁ δὲ εἶπεν Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ ἐστιν παρὰ τῷ θεῷ
Unchecked Copy BoxLuk 18:28 - Εἶπεν δὲ ὁ Πέτρος Ἰδού, ἡμεῖς ἀφηκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι
Unchecked Copy BoxLuk 18:29 - ὁ δὲ εἶπεν αὐτοῖς Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γονεῖς ἢ ἀδελφοὺς ἢ γυναῖκα ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ
Unchecked Copy BoxLuk 18:30 - ὃς οὐ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον
Unchecked Copy BoxLuk 18:31 - Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου·
Unchecked Copy BoxLuk 18:32 - παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται
Unchecked Copy BoxLuk 18:33 - καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται
Unchecked Copy BoxLuk 18:34 - καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ᾽ αὐτῶν καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα
Unchecked Copy BoxLuk 18:35 - Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν·
Unchecked Copy BoxLuk 18:36 - ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη τοῦτο
Unchecked Copy BoxLuk 18:37 - ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται
Unchecked Copy BoxLuk 18:38 - καὶ ἐβόησεν λέγων, Ἰησοῦ υἱὲ Δαβίδ, ἐλέησόν με
Unchecked Copy BoxLuk 18:39 - καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν Υἱὲ Δαβίδ, ἐλέησόν με
Unchecked Copy BoxLuk 18:40 - σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν
Unchecked Copy BoxLuk 18:41 - λέγων, Τί σοι θέλεις ποιήσω ὁ δὲ εἶπεν Κύριε ἵνα ἀναβλέψω
Unchecked Copy BoxLuk 18:42 - καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέν σε
Unchecked Copy BoxLuk 18:43 - καὶ παραχρῆμα ἀνέβλεψεν καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν θεόν καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ θεῷ
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search TR
Your Bible Version is the TR
Go to Top
Link to This Page Cite This Page
Share this page Follow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1

Donate Contact

Blue Letter Bible study tools make reading, searching and studying the Bible easy and rewarding.

Hotjar - Unlimited insights from your web and mobile sites

Blue Letter Bible is a 501(c)(3) nonprofit organization