TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Λουκάς (Luke) 7 :: Textus Receptus (TR)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
(Mat 8:5–13 )
Unchecked Copy BoxLuk 7:1 - Ἐπει δὲ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ εἰσῆλθεν εἰς Καπερναούμ
Unchecked Copy BoxLuk 7:2 - Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾶν ὃς ἦν αὐτῷ ἔντιμος
Unchecked Copy BoxLuk 7:3 - ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ
Unchecked Copy BoxLuk 7:4 - οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως λέγοντες ὅτι Ἄξιός ἐστιν παρέξει τοῦτο·
Unchecked Copy BoxLuk 7:5 - ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν
Unchecked Copy BoxLuk 7:6 - δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψεν πρὸς αὐτὸν ἑκατόνταρχος φίλους λέγων αὐτῷ, Κύριε μὴ σκύλλου οὐ γὰρ εἰμι ἱκανός ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς·
Unchecked Copy BoxLuk 7:7 - διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν· ἀλλὰ εἰπὲ λόγῳ καὶ ἰαθήσεται παῖς μου
Unchecked Copy BoxLuk 7:8 - καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας καὶ λέγω τούτῳ Πορεύθητι καὶ πορεύεται καὶ ἄλλῳ Ἔρχου καὶ ἔρχεται καὶ τῷ δούλῳ μου Ποίησον τοῦτο καὶ ποιεῖ
Unchecked Copy BoxLuk 7:9 - ἀκούσας δὲ ταῦτα Ἰησοῦς ἐθαύμασεν αὐτόν καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν Λέγω ὑμῖν οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον
Unchecked Copy BoxLuk 7:10 - καὶ ὑποστρέψαντες οἱ πεμφθέντες εἰς τὸν οἶκον εὗρον τὸν ἀσθενοῦντα δοῦλον ὑγιαίνοντα
Unchecked Copy BoxLuk 7:11 - Καὶ ἐγένετο ἐν τῇ ἑξῆς ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ, καὶ ὄχλος πολύς
Unchecked Copy BoxLuk 7:12 - ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως καὶ ἰδού, ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ καὶ αὐτὴ ἦν χήρα καὶ ὄχλος τῆς πόλεως ἱκανὸς σὺν αὐτῇ
Unchecked Copy BoxLuk 7:13 - καὶ ἰδὼν αὐτὴν κύριος ἐσπλαγχνίσθη ἐπ᾽ αὐτῇ καὶ εἶπεν αὐτῇ Μὴ κλαῖε
Unchecked Copy BoxLuk 7:14 - καὶ προσελθὼν ἥψατο τῆς σοροῦ οἱ δὲ βαστάζοντες ἔστησαν καὶ εἶπεν Νεανίσκε σοὶ λέγω ἐγέρθητι
Unchecked Copy BoxLuk 7:15 - καὶ ἀνεκάθισεν νεκρὸς καὶ ἤρξατο λαλεῖν καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ
Unchecked Copy BoxLuk 7:16 - ἔλαβεν δὲ φόβος ἅπαντας, καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι Προφήτης μέγας ἐγήγερται ἐν ἡμῖν καὶ ὅτι Ἐπεσκέψατο θεὸς τὸν λαὸν αὐτοῦ
Unchecked Copy BoxLuk 7:17 - καὶ ἐξῆλθεν λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ καὶ ἐν πάσῃ τῇ περιχώρῳ
(Mat 11:2–19 )
Unchecked Copy BoxLuk 7:18 - Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων
Unchecked Copy BoxLuk 7:19 - καί προσκαλεσάμενος δύο τινάς τῶν μαθητῶν αὐτοῦ Ἰωάννης ἔπεμψεν πρὸς τὸν Ἰησοῦν, λέγων, Σὺ εἶ ἐρχόμενος ἄλλον προσδοκῶμεν
Unchecked Copy BoxLuk 7:20 - παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπον, Ἰωάννης βαπτιστὴς ἀπέσταλκεν ἡμᾶς πρὸς σὲ λέγων, Σὺ εἶ ἐρχόμενος ἄλλον προσδοκῶμεν
Unchecked Copy BoxLuk 7:21 - ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο τὸ βλέπειν
Unchecked Copy BoxLuk 7:22 - καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτοῖς Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ εἴδετε καὶ ἠκούσατε· ὅτι τυφλοὶ ἀναβλέπουσιν χωλοὶ περιπατοῦσιν λεπροὶ καθαρίζονται κωφοὶ ἀκούουσιν νεκροὶ ἐγείρονται πτωχοὶ εὐαγγελίζονται·
Unchecked Copy BoxLuk 7:23 - καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί
Unchecked Copy BoxLuk 7:24 - Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ Ἰωάννου Τί ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον
Unchecked Copy BoxLuk 7:25 - ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον ἰδού, οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν
Unchecked Copy BoxLuk 7:26 - ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν προφήτην ναί λέγω ὑμῖν καὶ περισσότερον προφήτου
Unchecked Copy BoxLuk 7:27 - οὗτός ἐστιν περὶ οὗ γέγραπται Ἰδού, ἐγώ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου
Unchecked Copy BoxLuk 7:28 - λέγω γὰρ ὑμῖν μείζων ἐν γεννητοῖς γυναικῶν προφήτης Ἰωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν· δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν
Unchecked Copy BoxLuk 7:29 - Καὶ πᾶς λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου·
Unchecked Copy BoxLuk 7:30 - οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς μὴ βαπτισθέντες ὑπ᾽ αὐτοῦ
Unchecked Copy BoxLuk 7:31 - εἶπεν δὲ Κύριος, Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης καὶ τίνι εἰσὶν ὅμοιοι
Unchecked Copy BoxLuk 7:32 - ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις καὶ λέγουσιν Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκλαύσατε
Unchecked Copy BoxLuk 7:33 - ἐλήλυθεν γὰρ Ἰωάννης βαπτιστὴς μήτε ἄρτον ἐσθίων μὴτὲ οἶνον πίνων καὶ λέγετε Δαιμόνιον ἔχει
Unchecked Copy BoxLuk 7:34 - ἐλήλυθεν υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων καὶ λέγετε Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης τελωνῶν φίλος καὶ ἁμαρτωλῶν
Unchecked Copy BoxLuk 7:35 - καὶ ἐδικαιώθη σοφία ἀπὸ τῶν τέκνων αὐτῆς πάντων
Unchecked Copy BoxLuk 7:36 - Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾽ αὐτοῦ καὶ εἰσελθὼν εἰς τὴν οἶκὶαν τοῦ Φαρισαίου ἀνεκλίθη
Unchecked Copy BoxLuk 7:37 - καὶ ἰδού, γυνὴ ἐν τῇ πόλει ἥτις ἦν ἁμαρτωλός ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου κομίσασα ἀλάβαστρον μύρου
Unchecked Copy BoxLuk 7:38 - καὶ στᾶσα παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω κλαίουσα ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσιν καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ
Unchecked Copy BoxLuk 7:39 - ἰδὼν δὲ Φαρισαῖος καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων, Οὗτος εἰ ἦν προφήτης ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ γυνὴ ἥτις ἅπτεται αὐτοῦ ὅτι ἁμαρτωλός ἐστιν
Unchecked Copy BoxLuk 7:40 - καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν πρὸς αὐτόν Σίμων ἔχω σοί τι εἰπεῖν δέ φησίν Διδάσκαλε εἰπέ
Unchecked Copy BoxLuk 7:41 - δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι· εἷς ὤφειλεν δηνάρια πεντακόσια δὲ ἕτερος πεντήκοντα
Unchecked Copy BoxLuk 7:42 - μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο τίς οὖν αὐτῶν εἶπὲ, πλεῖον αὐτόν ἀγαπήσει
Unchecked Copy BoxLuk 7:43 - ἀποκριθεὶς δὲ Σίμων εἶπεν Ὑπολαμβάνω ὅτι τὸ πλεῖον ἐχαρίσατο δὲ εἶπεν αὐτῷ Ὀρθῶς ἔκρινας
Unchecked Copy BoxLuk 7:44 - καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη Βλέπεις ταύτην τὴν γυναῖκα εἰσῆλθόν σου εἰς τὴν οἰκίαν ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς θριξὶν τὴς κεφαλῆς αὐτῆς ἐξέμαξεν
Unchecked Copy BoxLuk 7:45 - φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ᾽ ἡς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας
Unchecked Copy BoxLuk 7:46 - ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψεν μου τοὺς πόδας
Unchecked Copy BoxLuk 7:47 - οὗ χάριν λέγω σοι ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί ὅτι ἠγάπησεν πολύ· δὲ ὀλίγον ἀφίεται ὀλίγον ἀγαπᾷ
Unchecked Copy BoxLuk 7:48 - εἶπεν δὲ αὐτῇ Ἀφέωνταί σου αἱ ἁμαρτίαι
Unchecked Copy BoxLuk 7:49 - καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν
Unchecked Copy BoxLuk 7:50 - εἶπεν δὲ πρὸς τὴν γυναῖκα πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan