TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Μάρκος (Mark) 11 :: Textus Receptus (TR)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
(Mat 21:1–11; Luk 19:28–40; Jhn 12:12–19 )
Unchecked Copy BoxMar 11:1 - Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἰερουσαλήμ εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ
Unchecked Copy BoxMar 11:2 - καὶ λέγει αὐτοῖς Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν καὶ εὐθὲως εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφ᾽ ὃν οὐδεὶς ἀνθρώπων κεκάθικεν λύσαντες αὐτὸν ἀγάγετε
Unchecked Copy BoxMar 11:3 - καὶ ἐάν τις ὑμῖν εἴπῃ Τί ποιεῖτε τοῦτο εἴπατε ὅτι κύριος αὐτοῦ χρείαν ἔχει καὶ εὐθὲως αὐτὸν ἀποστελεῖ ὧδε
Unchecked Copy BoxMar 11:4 - ἀπῆλθον δὲ καὶ εὗρον τὸν πῶλον δεδεμένον πρὸς τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου καὶ λύουσιν αὐτόν
Unchecked Copy BoxMar 11:5 - καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς Τί ποιεῖτε λύοντες τὸν πῶλον
Unchecked Copy BoxMar 11:6 - οἱ δὲ εἶπον αὐτοῖς καθὼς ἐνετείλατο Ἰησοῦς καὶ ἀφῆκαν αὐτούς
Unchecked Copy BoxMar 11:7 - καὶ ἤγαγον τὸν πῶλον πρὸς τὸν Ἰησοῦν καὶ ἐπέβαλον αὐτῷ τὰ ἱμάτια αὐτῶν καὶ ἐκάθισεν ἐπ᾽ αὐτῷ
Unchecked Copy BoxMar 11:8 - πολλοὶ δὲ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν ἄλλοι δὲ στοιβάδας ἔκοπτον ἐκ τῶν δένδρων, καὶ ἐστρώννυον εἰς τὴν ὁδόν·
Unchecked Copy BoxMar 11:9 - καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες, Ὡσαννά· Εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι κυρίου·
Unchecked Copy BoxMar 11:10 - Εὐλογημένη ἐρχομένη βασιλεία ἐν ὀνόματι Κυρίου, τοῦ πατρὸς ἡμῶν Δαβίδ· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις
Unchecked Copy BoxMar 11:11 - Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα Ἰησοῦς, καὶ εἰς τὸ ἱερόν καὶ περιβλεψάμενος πάντα ὀψίας ἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα
(Mat 21:18, 19 )
Unchecked Copy BoxMar 11:12 - Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν
Unchecked Copy BoxMar 11:13 - καὶ ἰδὼν συκῆν μακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρα εὑρήσει τι ἐν αὐτῇ καὶ ἐλθὼν ἐπ᾽ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα· οὐ γὰρ ἦν καιρὸς σύκων
Unchecked Copy BoxMar 11:14 - καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτῇ Μηκέτι ἐκ σοῦ εἰς τὸν αἰῶνα μηδεὶς καρπὸν φάγοι καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ
(Mat 21:12–17; Luk 19:45–48; Jhn 2:13–22 )
Unchecked Copy BoxMar 11:15 - Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα καὶ εἰσελθὼν Ἰησοῦς εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν
Unchecked Copy BoxMar 11:16 - καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ
Unchecked Copy BoxMar 11:17 - καὶ ἐδίδασκεν λέγων αὐτοῖς, Οὐ γέγραπται ὅτι οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν ὑμεῖς δὲ εποιήσατε αὐτὸν σπήλαιον λῃστῶν
Unchecked Copy BoxMar 11:18 - καὶ ἤκουσαν οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσουσιν· ἐφοβοῦντο γὰρ αὐτόν ὅτι πᾶς ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ
Unchecked Copy BoxMar 11:19 - Καὶ ὅτε ὀψὲ ἐγένετο ἐξεπορεύετο ἔξω τῆς πόλεως
(Mat 21:20–22 )
Unchecked Copy BoxMar 11:20 - Καὶ πρωῒ παραπορευόμενοι εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν
Unchecked Copy BoxMar 11:21 - καὶ ἀναμνησθεὶς Πέτρος λέγει αὐτῷ Ῥαββί ἴδε συκῆ ἣν κατηράσω ἐξήρανται
Unchecked Copy BoxMar 11:22 - καὶ ἀποκριθεὶς Ἰησοῦς λέγει αὐτοῖς Ἔχετε πίστιν θεοῦ
Unchecked Copy BoxMar 11:23 - ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ πιστεύσῃ ὅτι λέγεῖ γίνεται ἔσται αὐτῷ ἐὰν εἴπῃ
Unchecked Copy BoxMar 11:24 - διὰ τοῦτο λέγω ὑμῖν πάντα ὅσα ἄν προσεύχομενοι αἰτεῖσθε πιστεύετε ὅτι λαμβάνετέ καὶ ἔσται ὑμῖν
(Mat 6:14, 15 )
Unchecked Copy BoxMar 11:25 - καὶ ὅταν στήκητε προσευχόμενοι ἀφίετε εἴ τι ἔχετε κατά τινος ἵνα καὶ πατὴρ ὑμῶν ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν
Unchecked Copy BoxMar 11:26 - εἰ δὲ ὑμεῖς οὖκ ἀφίετε, οὐδε πατὴρ ὑμῶν ἐν τοῖς οὐρανοῖς ἀφησεὶ τὰ παραπτώματα ὑμῶν
(Mat 21:23–27; Luk 20:1–8 )
Unchecked Copy BoxMar 11:27 - Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι
Unchecked Copy BoxMar 11:28 - καὶ λέγουσιν αὐτῷ Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς καὶ τίς σοι τὴν ἐξουσίαν ταύτην ἔδωκεν ἵνα ταῦτα ποιῇς
Unchecked Copy BoxMar 11:29 - δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς Ἐπερωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον καὶ ἀποκρίθητέ μοι καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ·
Unchecked Copy BoxMar 11:30 - τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἐξ ἀνθρώπων ἀποκρίθητέ μοι
Unchecked Copy BoxMar 11:31 - καὶ ἐλογίζοντο πρὸς ἑαυτοὺς λέγοντες Ἐὰν εἴπωμεν Ἐξ οὐρανοῦ ἐρεῖ Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ
Unchecked Copy BoxMar 11:32 - ἀλλ᾽ ἐὰν εἴπωμεν Ἐξ ἀνθρώπων ἐφοβοῦντο τὸν λαόν ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ὅτι ὄντως προφήτης ἦν
Unchecked Copy BoxMar 11:33 - καὶ ἀποκριθέντες λέγουσιν τῷ Ἰησοῦ Οὐκ οἴδαμεν καὶ Ἰησοῦς ἀποκριθεὶς λέγει αὐτοῖς Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan