TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Μάρκος (Mark) 12 :: Textus Receptus (TR)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
(Mat 21:33–46; Luk 20:9–19 )
Unchecked Copy BoxMar 12:1 - Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λέγεῖν, Ἀμπελῶνα ἐφύτευσεν ἄνθρωπος καὶ περιέθηκεν φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησεν πύργον καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν
Unchecked Copy BoxMar 12:2 - καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος·
Unchecked Copy BoxMar 12:3 - οἱ δὲ λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν
Unchecked Copy BoxMar 12:4 - καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον· κἀκεῖνον λιθοβολήσαντες ἐκεφαλαίωσαν καὶ ἀπέστειλαν ἠτίμωμένον
Unchecked Copy BoxMar 12:5 - καὶ πάλιν ἄλλον ἀπέστειλεν· κἀκεῖνον ἀπέκτειναν καὶ πολλοὺς ἄλλους τοὓς μὲν δέροντες τοὺς δὲ ἀποκτείνοντες
Unchecked Copy BoxMar 12:6 - ἔτι οὖν ἕνα υἱὸν ἔχων, ἀγαπητὸν αὐτοῦ· ἀπέστειλεν καὶ αὐτὸν πρὸς αὐτοὺς ἔσχατον λέγων ὅτι Ἐντραπήσονται τὸν υἱόν μου
Unchecked Copy BoxMar 12:7 - ἐκεῖνοι δὲ οἱ γεωργοὶ εἶπον πρὸς ἑαυτοὺς ὅτι Οὗτός ἐστιν κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν καὶ ἡμῶν ἔσται κληρονομία
Unchecked Copy BoxMar 12:8 - καὶ λαβόντες αὐτόν ἀπέκτειναν καὶ ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος
Unchecked Copy BoxMar 12:9 - τί οὖν ποιήσει κύριος τοῦ ἀμπελῶνος ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις
Unchecked Copy BoxMar 12:10 - οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·
Unchecked Copy BoxMar 12:11 - παρὰ κυρίου ἐγένετο αὕτη καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν
Unchecked Copy BoxMar 12:12 - Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι καὶ ἐφοβήθησαν τὸν ὄχλον ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν καὶ ἀφέντες αὐτὸν ἀπῆλθον
(Mat 22:15–22; Luk 20:20–26 )
Unchecked Copy BoxMar 12:13 - Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ
Unchecked Copy BoxMar 12:14 - οἱ δὲ ἐλθόντες λέγουσιν αὐτῷ Διδάσκαλε οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· ἔξεστιν κῆνσον Καίσαρι δοῦναι οὔ
Unchecked Copy BoxMar 12:15 - δῶμεν μή δῶμεν δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς Τί με πειράζετε φέρετέ μοι δηνάριον ἵνα ἴδω
Unchecked Copy BoxMar 12:16 - οἱ δὲ ἤνεγκαν καὶ λέγει αὐτοῖς Τίνος εἰκὼν αὕτη καὶ ἐπιγραφή οἱ δὲ εἶπον αὐτῷ Καίσαρος
Unchecked Copy BoxMar 12:17 - καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτοῖς ἀπόδοτε Τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ καὶ ἐθαύμασαν ἐπ᾽ αὐτῷ
(Mat 22:23–33; Luk 20:27–40 )
Unchecked Copy BoxMar 12:18 - Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες
Unchecked Copy BoxMar 12:19 - Διδάσκαλε Μωσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ τέκνα μὴ ἀφῇ ἵνα λάβῃ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ
Unchecked Copy BoxMar 12:20 - ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ πρῶτος ἔλαβεν γυναῖκα καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα·
Unchecked Copy BoxMar 12:21 - καὶ δεύτερος ἔλαβεν αὐτήν καὶ ἀπέθανεν καὶ οὐδὲ αὐτὸς ἀφῆκεν σπέρμα· καὶ τρίτος ὡσαύτως·
Unchecked Copy BoxMar 12:22 - καὶ ἔλαβον αὐτὴν οἱ ἑπτὰ καὶ οὐκ ἀφῆκαν σπέρμα ἔσχατη πάντων ἀπέθανεν καὶ γυνὴ
Unchecked Copy BoxMar 12:23 - ἐν τῇ οὖν ἀναστάσει ὅταν ἀναστῶσιν τίνος αὐτῶν ἔσται γυνή οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα
Unchecked Copy BoxMar 12:24 - καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτοῖς Οὐ διὰ τοῦτο πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ
Unchecked Copy BoxMar 12:25 - ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ᾽ εἰσὶν ὡς ἄγγελοι οἱ ἐν τοῖς οὐρανοῖς
Unchecked Copy BoxMar 12:26 - περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωσέως, ἐπὶ τῆς βάτου ὡς εἶπεν αὐτῷ θεὸς λέγων, Ἐγὼ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ
Unchecked Copy BoxMar 12:27 - οὐκ ἔστιν θεὸς νεκρῶν ἀλλὰ Θεὸς ζώντων· ὑμεῖς οὖν πολὺ πλανᾶσθε
(Mat 22:34–40; Luk 10:25–28 )
Unchecked Copy BoxMar 12:28 - Καὶ προσελθὼν εἷς τῶν γραμματέων ἀκούσας αὐτῶν συζητούντων εἰδὼς ὅτι καλῶς αὐτοῖς ἀπεκρίθη ἐπηρώτησεν αὐτόν Ποία ἐστὶν πρώτη πασῶν ἐντολὴ
Unchecked Copy BoxMar 12:29 - δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ, ὅτι Πρώτη πασῶν τῶν ἐντολῶν, Ἄκουε Ἰσραήλ κύριος θεὸς ἡμῶν κύριος εἷς ἐστίν
Unchecked Copy BoxMar 12:30 - καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου αὕτη πρώτη ἐντολή
Unchecked Copy BoxMar 12:31 - καὶ δευτέρα ὁμοία, αὕτη Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν
Unchecked Copy BoxMar 12:32 - καὶ εἶπεν αὐτῷ γραμματεύς Καλῶς διδάσκαλε ἐπ᾽ ἀληθείας εἶπας, ὅτι εἷς ἐστιν Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ·
Unchecked Copy BoxMar 12:33 - καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ψυχῆς, καὶ ἐξ ὅλης τῆς ἰσχύος καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν πλεῖόν ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ τῶν θυσιῶν
Unchecked Copy BoxMar 12:34 - καὶ Ἰησοῦς ἰδὼν αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη εἶπεν αὐτῷ Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι
(Mat 22:41–46; Luk 20:41–44 )
Unchecked Copy BoxMar 12:35 - Καὶ ἀποκριθεὶς Ἰησοῦς ἔλεγεν διδάσκων ἐν τῷ ἱερῷ Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι Χριστὸς υἱὸς ἐστιν Δαβίδ
Unchecked Copy BoxMar 12:36 - αὐτὸς γὰρ Δαβὶδ εἶπεν ἐν τῷ πνεύματι τῷ ἁγίῳ Εἶπεν κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου
Unchecked Copy BoxMar 12:37 - αὐτὸς οὖν Δαβὶδ λέγει αὐτὸν κύριον καὶ πόθεν υἱός αὐτοῦ ἐστιν καὶ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως
(Mat 23:1–7; Luk 20:45–47 )
Unchecked Copy BoxMar 12:38 - Καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ Βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς
Unchecked Copy BoxMar 12:39 - καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις
Unchecked Copy BoxMar 12:40 - οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· οὗτοι λήψονται περισσότερον κρίμα
(Luk 21:1–4 )
Unchecked Copy BoxMar 12:41 - Καὶ καθίσας Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά·
Unchecked Copy BoxMar 12:42 - καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο ἐστιν κοδράντης
Unchecked Copy BoxMar 12:43 - καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ λέγει αὐτοῖς Ἀμὴν λέγω ὑμῖν ὅτι χήρα αὕτη πτωχὴ πλεῖον πάντων βέβληκεν τῶν βαλόντων εἰς τὸ γαζοφυλάκιον·
Unchecked Copy BoxMar 12:44 - πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν ὅλον τὸν βίον αὐτῆς
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan