TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Αποκάλυψη (Revelation) 13 :: Textus Receptus (TR)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxRev 13:1 - Καὶ ἐστάθην ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον ἔχον κεφαλὰς ἑπτά καὶ κέρατα δέκα καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ὀνόμα βλασφημίας
Unchecked Copy BoxRev 13:2 - καὶ τὸ θηρίον εἶδον ἦν ὅμοιον παρδάλει καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκτου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος καὶ ἔδωκεν αὐτῷ δράκων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην
Unchecked Copy BoxRev 13:3 - καὶ εἶδον μίαν τῶν κεφαλῶν αὐτοῦ ὡς ἐσφαγμένην εἰς θάνατον καὶ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη καὶ ἐθαυμάσθη ἕν ὅλη τῇ γῆ ὀπίσω τοῦ θηρίου
Unchecked Copy BoxRev 13:4 - καὶ προσεκύνησαν τόν δράκοντα ὅς ἔδωκεν ἐξουσίαν τῷ θηρίῳ καὶ προσεκύνησαν τὸ θηρίον, λέγοντες Τίς ὅμοιος τῷ θηρίῳ τίς δύναται πολεμῆσαι μετ᾽ αὐτοῦ
Unchecked Copy BoxRev 13:5 - Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ βλασφημίας καὶ ἐδόθη αὐτῷ ἐξουσία ποιῆσαι μῆνας τεσσαράκοντα δύο
Unchecked Copy BoxRev 13:6 - καὶ ἤνοιξεν τὸ στόμα αὐτοῦ εἰς βλασφημίαν πρὸς τὸν θεόν βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ καὶ τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας
Unchecked Copy BoxRev 13:7 - καὶ ἐδόθη αὐτῷ πόλεμον ποιῆσαι μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ γλῶσσαν καὶ ἔθνος
Unchecked Copy BoxRev 13:8 - καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς ὧν οὗ γέγραπται τὰ ὄνοματα ἐν τῇ βίβλῳ τῆς ζωῆς τοῦ ἀρνίου ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου
Unchecked Copy BoxRev 13:9 - Εἴ τις ἔχει οὖς ἀκουσάτω
Unchecked Copy BoxRev 13:10 - εἴ τις αἰχμαλωσίαν συνάγει, εἰς αἰχμαλωσίαν ὑπάγει· εἴ τις ἐν μαχαίρᾳ ἀποκτενει, δεῖ αὐτὸν ἐν μαχαίρᾳ ἀποκτανθῆναι. Ὧδέ ἐστιν ὑπομονὴ καὶ πίστις τῶν ἁγίων
Unchecked Copy BoxRev 13:11 - Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς καὶ εἶχεν κέρατα δύο ὅμοια ἀρνίῳ καὶ ἐλάλει ὡς δράκων
Unchecked Copy BoxRev 13:12 - καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ καὶ ποιεῖ τὴν γῆν καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ ἵνα προσκυνήσωσιν τὸ θηρίον τὸ πρῶτον οὗ ἐθεραπεύθη πληγὴ τοῦ θανάτου αὐτοῦ
Unchecked Copy BoxRev 13:13 - καὶ ποιεῖ σημεῖα μεγάλα ἵνα καὶ πῦρ ποιῇ καταβαίνειν ἐκ τοῦ οὐρανοῦ εἰς τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων
Unchecked Copy BoxRev 13:14 - καὶ πλανᾷ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ ἔχει τὴν πληγὴν τῆς μαχαίρας, καὶ ἔζησεν
Unchecked Copy BoxRev 13:15 - καὶ ἐδόθη αὐτῷ δοῦναι πνεῦμα τῇ εἰκόνι τοῦ θηρίου ἵνα καὶ λαλήσῃ εἰκὼν τοῦ θηρίου καὶ ποιήσῃ ὅσοι ἂν μὴ προσκυνήσωσιν τὴν εἰκόνα τοῦ θηρίου ἵνα ἀποκτανθῶσιν
Unchecked Copy BoxRev 13:16 - καὶ ποιεῖ πάντας τοὺς μικροὺς καὶ τοὺς μεγάλους καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους ἵνα δώσῃ αὐτοῖς χάραγμα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἐπὶ τῶν μέτωπων αὐτῶν
Unchecked Copy BoxRev 13:17 - καὶ ἵνα μή τις δύνηται ἀγοράσαι πωλῆσαι εἰ μὴ ἔχων τὸ χάραγμα τὸ ὄνομα τοῦ θηρίου τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ
Unchecked Copy BoxRev 13:18 - Ὧδε σοφία ἐστίν ἔχων τὸν νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου ἀριθμὸς γὰρ ἀνθρώπου ἐστίν καὶ ἀριθμὸς αὐτοῦ χξς
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan