TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Αποκάλυψη (Revelation) 2 :: Textus Receptus (TR)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxRev 2:1 - Τῷ ἀγγέλῳ τῆς Ἐφέσίνης ἐκκλησίας γράψον· Τάδε λέγει κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν·
Unchecked Copy BoxRev 2:2 - Οἶδα τὰ ἔργα σου καὶ τὸν κόπον σου καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς καὶ ἐπειράσω τοὺς φάσκοντας εἶναι ἀποστόλους καὶ οὐκ εἰσίν καὶ εὗρες αὐτοὺς ψευδεῖς
Unchecked Copy BoxRev 2:3 - καὶ ἐβάστασας καὶ ὑπομονὴν ἔχεις καὶ διὰ τὸ ὄνομά μου κεκοπίακας καὶ οὐ κέκμηκας
Unchecked Copy BoxRev 2:4 - ἀλλ᾽ ἔχω κατὰ σοῦ ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκας
Unchecked Copy BoxRev 2:5 - μνημόνευε οὖν πόθεν ἐκπέπτωκας, καὶ μετανόησον καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή ἔρχομαί σοι τάχει καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς ἐὰν μὴ μετανοήσῃς
Unchecked Copy BoxRev 2:6 - ἀλλὰ τοῦτο ἔχεις ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν κἀγὼ μισῶ
Unchecked Copy BoxRev 2:7 - ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς ἐστιν ἐν μέσῶ τοῦ παραδείσου τοῦ θεοῦ
Unchecked Copy BoxRev 2:8 - Καὶ τῷ ἀγγέλῳ τῆς ἐκκλησίας Σμυρναίων γράψον· Τάδε λέγει πρῶτος καὶ ἔσχατος ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν·
Unchecked Copy BoxRev 2:9 - Οἶδά σου τὰ ἔργα καὶ τὴν θλῖψιν καὶ τὴν πτωχείαν πλούσιος δὲ εἶ καὶ τὴν βλασφημίαν τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτούς καὶ οὐκ εἰσὶν ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ
Unchecked Copy BoxRev 2:10 - μηδὲν φοβοῦ μέλλεις πάσχειν ἰδού, μέλλει βάλειν ἐξ ὑμῶν διάβολος εἰς φυλακὴν ἵνα πειρασθῆτε καὶ ἕξετε θλῖψιν ἡμερῶν δέκα γίνου πιστὸς ἄχρι θανάτου καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς
Unchecked Copy BoxRev 2:11 - ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου
Unchecked Copy BoxRev 2:12 - Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον· Τάδε λέγει ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν·
Unchecked Copy BoxRev 2:13 - Οἶδα τὰ ἔργα σου, καὶ ποῦ κατοικεῖς ὅπου θρόνος τοῦ Σατανᾶ καὶ κρατεῖς τὸ ὄνομά μου καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου καὶ ἐν ταῖς ἡμέραις ἐν αἷς Ἀντιπᾶς μάρτυς μου πιστός ὃς ἀπεκτάνθη παρ᾽ ὑμῖν ὅπου κατοικεῖ Σατανᾶς
Unchecked Copy BoxRev 2:14 - ἀλλ᾽ ἔχω κατὰ σοῦ ὀλίγα ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ ὃς ἐδίδασκεν ἕν τῷ Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραήλ φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι
Unchecked Copy BoxRev 2:15 - οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν τῶν Νικολαϊτῶν μισῶ
Unchecked Copy BoxRev 2:16 - μετανόησον εἰ δὲ μή ἔρχομαί σοι ταχύ καὶ πολεμήσω μετ᾽ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου
Unchecked Copy BoxRev 2:17 - ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἀπὸ τοῦ μάννα τοῦ κεκρυμμένου καὶ δώσω αὐτῷ ψῆφον λευκὴν καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον οὐδεὶς ἔγνω εἰ μὴ λαμβάνων
Unchecked Copy BoxRev 2:18 - Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον· Τάδε λέγει υἱὸς τοῦ θεοῦ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ·
Unchecked Copy BoxRev 2:19 - Οἶδά σου τὰ ἔργα καὶ τὴν ἀγάπην καὶ τὴν διακονίαν καὶ τὴν πίστιν καὶ τὴν ὑπομονήν σου καὶ τὰ ἔργα σου καὶ τὰ ἔσχατα πλείονα τῶν πρώτων
Unchecked Copy BoxRev 2:20 - ἀλλ᾽ ἔχω κατὰ σοῦ ὀλίγα ὅτι ἐᾷς τὴν γυναῖκα Ἰεζάβηλ, τὴν λέγουσαν ἑαυτὴν προφῆτιν διδάσκειν καὶ πλανᾶσθαι ἐμοὺς δούλους πορνεῦσαι καὶ εἰδωλόθυτα φαγεῖν
Unchecked Copy BoxRev 2:21 - καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ ἐκ τῆς πορνείας αὐτῆς καὶ οὐ μετενόησεν
Unchecked Copy BoxRev 2:22 - ἰδού, ἐγὼ βάλλω αὐτὴν εἰς κλίνην καὶ τοὺς μοιχεύοντας μετ᾽ αὐτῆς εἰς θλῖψιν μεγάλην ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῶν
Unchecked Copy BoxRev 2:23 - καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ἐρευνῶν νεφροὺς καὶ καρδίας καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν
Unchecked Copy BoxRev 2:24 - ὑμῖν δὲ λέγω καὶ λοιποῖς τοῖς ἐν Θυατείροις ὅσοι οὐκ ἔχουσιν τὴν διδαχὴν ταύτην καὶ οἵτινες οὐκ ἔγνωσαν τὰ βάθη τοῦ Σατανᾶ ὡς λέγουσιν· οὐ βάλω ἐφ᾽ ὑμᾶς ἄλλο βάρος
Unchecked Copy BoxRev 2:25 - πλὴν ἔχετε κρατήσατε ἄχρις οὗ ἂν ἥξω
Unchecked Copy BoxRev 2:26 - καὶ νικῶν καὶ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν
Unchecked Copy BoxRev 2:27 - καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ ὡς τὰ σκεύη τὰ κεραμικὰ συντρίβεται ὡς κἀγώ εἴληφα παρά τοῦ πατρός μου
Unchecked Copy BoxRev 2:28 - καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν
Unchecked Copy BoxRev 2:29 - ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan