MGNT

MGNT

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Ιακώβου (James) 3 :: Morphological Greek New Testament (MGNT)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxJas 3:1 - μὴ πολλοὶ διδάσκαλοι γίνεσθε ἀδελφοί μου εἰδότες ὅτι μεῖζον κρίμα λημψόμεθα
Unchecked Copy BoxJas 3:2 - πολλὰ γὰρ πταίομεν ἅπαντες εἴ τις ἐν λόγῳ οὐ πταίει οὗτος τέλειος ἀνήρ δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα
Unchecked Copy BoxJas 3:3 - εἰ δὲ τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν εἰς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν
Unchecked Copy BoxJas 3:4 - ἰδοὺ καὶ τὰ πλοῖα τηλικαῦτα ὄντα καὶ ὑπὸ ἀνέμων σκληρῶν ἐλαυνόμενα μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὅπου ὁρμὴ τοῦ εὐθύνοντος βούλεται
Unchecked Copy BoxJas 3:5 - οὕτως καὶ γλῶσσα μικρὸν μέλος ἐστὶν καὶ μεγάλα αὐχεῖ ἰδοὺ ἡλίκον πῦρ ἡλίκην ὕλην ἀνάπτει
Unchecked Copy BoxJas 3:6 - καὶ γλῶσσα πῦρ κόσμος τῆς ἀδικίας γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης
Unchecked Copy BoxJas 3:7 - πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ
Unchecked Copy BoxJas 3:8 - τὴν δὲ γλῶσσαν οὐδεὶς δαμάσαι δύναται ἀνθρώπων ἀκατάστατον κακόν μεστὴ ἰοῦ θανατηφόρου
Unchecked Copy BoxJas 3:9 - ἐν αὐτῇ εὐλογοῦμεν τὸν κύριον καὶ πατέρα καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ᾽ ὁμοίωσιν θεοῦ γεγονότας
Unchecked Copy BoxJas 3:10 - ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα οὐ χρή ἀδελφοί μου ταῦτα οὕτως γίνεσθαι
Unchecked Copy BoxJas 3:11 - μήτι πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν
Unchecked Copy BoxJas 3:12 - μὴ δύναται ἀδελφοί μου συκῆ ἐλαίας ποιῆσαι ἄμπελος σῦκα οὔτε ἁλυκὸν γλυκὺ ποιῆσαι ὕδωρ
Unchecked Copy BoxJas 3:13 - τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας
Unchecked Copy BoxJas 3:14 - εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας
Unchecked Copy BoxJas 3:15 - οὐκ ἔστιν αὕτη σοφία ἄνωθεν κατερχομένη ἀλλὰ ἐπίγειος ψυχική δαιμονιώδης
Unchecked Copy BoxJas 3:16 - ὅπου γὰρ ζῆλος καὶ ἐριθεία ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα
Unchecked Copy BoxJas 3:17 - δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν ἔπειτα εἰρηνική ἐπιεικής εὐπειθής μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν ἀδιάκριτος ἀνυπόκριτος
Unchecked Copy BoxJas 3:18 - καρπὸς δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

BLB Searches
Search the Bible
MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
MGNT

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan