LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Strong's
Red Letter
The Blue Letter Bible

LXX Concordance for ὑπὲρ

toggle collapse
Choose a new font size and typeface
ὑπὲρ — 291x G5228 ὑπέρ
Showing Results For:
PREP
Occurrences: 291 times in 250 verses
Speech: Preposition
Unchecked Copy BoxGen 48:22 - ἐγὼ δὲ δίδωμί σοι Σικιμα ἐξαίρετον ὑπὲρ G5228 τοὺς ἀδελφούς σου ἣν ἔλαβον ἐκ χειρὸς Αμορραίων ἐν μαχαίρᾳ μου καὶ τόξῳ
Unchecked Copy BoxExo 1:9 - εἶπεν δὲ τῷ ἔθνει αὐτοῦ ἰδοὺ τὸ γένος τῶν υἱῶν Ισραηλ μέγα πλῆθος καὶ ἰσχύει ὑπὲρ G5228 ἡμᾶς
Unchecked Copy BoxDeu 24:16 - οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ G5228 τέκνων καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ G5228 πατέρων ἕκαστος τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται
Unchecked Copy BoxDeu 25:3 - τεσσαράκοντα μαστιγώσουσιν αὐτόν οὐ προσθήσουσιν ἐὰν δὲ προσθῶσιν μαστιγῶσαι αὐτὸν ὑπὲρ G5228 ταύτας τὰς πληγὰς πλείους ἀσχημονήσει ἀδελφός σου ἐναντίον σου
Unchecked Copy BoxDeu 28:23 - καὶ ἔσται σοι οὐρανὸς ὑπὲρ G5228 κεφαλῆς σου χαλκοῦς καὶ γῆ ὑποκάτω σου σιδηρᾶ
Unchecked Copy BoxDeu 30:5 - καὶ εἰσάξει σε κύριος θεός σου εἰς τὴν γῆν ἣν ἐκληρονόμησαν οἱ πατέρες σου καὶ κληρονομήσεις αὐτήν καὶ εὖ σε ποιήσει καὶ πλεοναστόν σε ποιήσει ὑπὲρ G5228 τοὺς πατέρας σου
Unchecked Copy BoxJdg 2:19 - καὶ ἐγένετο ὡς ἀπέθνῃσκεν κριτής καὶ ἀπέστρεψαν καὶ πάλιν διέφθειραν ὑπὲρ G5228 τοὺς πατέρας αὐτῶν πορευθῆναι ὀπίσω θεῶν ἑτέρων λατρεύειν αὐτοῖς καὶ προσκυνεῖν αὐτοῖς οὐκ ἀπέρριψαν τὰ ἐπιτηδεύματα αὐτῶν καὶ οὐκ ἀπέστησαν ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς σκληρᾶς
Unchecked Copy BoxJdg 9:17 - ὡς ἐπολέμησεν πατήρ μου ὑπὲρ G5228 ὑμῶν καὶ ἔρριψεν τὴν ψυχὴν αὐτοῦ ἐξ ἐναντίας καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρὸς Μαδιαμ
Unchecked Copy BoxJdg 16:30 - καὶ εἶπεν Σαμψων ἀποθανέτω ψυχή μου μετὰ τῶν ἀλλοφύλων καὶ ἔκλινεν ἐν ἰσχύι καὶ ἔπεσεν οἶκος ἐπὶ τοὺς σατράπας καὶ ἐπὶ πάντα τὸν λαὸν τὸν ἐν αὐτῷ καὶ ἐγένοντο οἱ τεθνηκότες οὓς ἐθανάτωσεν Σαμψων ἐν τῷ θανάτῳ αὐτοῦ πλείους ὑπὲρ G5228 οὓς ἐθανάτωσεν ἐν τῇ ζωῇ αὐτοῦ
Unchecked Copy BoxRth 1:13 - μὴ αὐτοὺς προσδέξεσθε ἕως οὗ ἁδρυνθῶσιν ἢ αὐτοῖς κατασχεθήσεσθε τοῦ μὴ γενέσθαι ἀνδρί μὴ δή θυγατέρες μου ὅτι ἐπικράνθη μοι ὑπὲρ G5228 ὑμᾶς ὅτι ἐξῆλθεν ἐν ἐμοὶ χεὶρ κυρίου
Unchecked Copy BoxRth 3:10 - καὶ εἶπεν Βοος εὐλογημένη σὺ τῷ κυρίῳ θεῷ θύγατερ ὅτι ἠγάθυνας τὸ ἔλεός σου τὸ ἔσχατον ὑπὲρ G5228 τὸ πρῶτον τὸ μὴ πορευθῆναί σε ὀπίσω νεανιῶν εἴτοι πτωχὸς εἴτοι πλούσιος
Unchecked Copy BoxRth 3:12 - καὶ ὅτι ἀληθῶς ἀγχιστεὺς ἐγώ εἰμι καί γε ἔστιν ἀγχιστεὺς ἐγγίων ὑπὲρ G5228 ἐμέ
Unchecked Copy BoxRth 4:15 - καὶ ἔσται σοι εἰς ἐπιστρέφοντα ψυχὴν καὶ τοῦ διαθρέψαι τὴν πολιάν σου ὅτι νύμφη σου ἀγαπήσασά σε ἔτεκεν αὐτόν ἐστιν ἀγαθή σοι ὑπὲρ G5228 ἑπτὰ υἱούς
Unchecked Copy Box1Sa 1:5 - καὶ τῇ Αννα ἔδωκεν μερίδα μίαν ὅτι οὐκ ἦν αὐτῇ παιδίον πλὴν ὅτι τὴν Ανναν ἠγάπα Ελκανα ὑπὲρ G5228 ταύτην καὶ κύριος ἀπέκλεισεν τὰ περὶ τὴν μήτραν αὐτῆς
Unchecked Copy Box1Sa 1:8 - καὶ εἶπεν αὐτῇ Ελκανα ὁ ἀνὴρ αὐτῆς Αννα καὶ εἶπεν αὐτῷ ἰδοὺ ἐγώ κύριε καὶ εἶπεν αὐτῇ τί ἐστίν σοι ὅτι κλαίεις καὶ ἵνα τί οὐκ ἐσθίεις καὶ ἵνα τί τύπτει σε καρδία σου οὐκ ἀγαθὸς ἐγώ σοι ὑπὲρ G5228 δέκα τέκνα
Unchecked Copy Box1Sa 1:27 - ὑπὲρ G5228 τοῦ παιδαρίου τούτου προσηυξάμην καὶ ἔδωκέν μοι κύριος τὸ αἴτημά μου ᾐτησάμην παρ᾽ αὐτοῦ
Unchecked Copy Box1Sa 2:25 - ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα καὶ προσεύξονται ὑπὲρ G5228 αὐτοῦ πρὸς κύριον καὶ ἐὰν τῷ κυρίῳ ἁμάρτῃ τίς προσεύξεται ὑπὲρ G5228 αὐτοῦ καὶ οὐκ ἤκουον τῆς φωνῆς τοῦ πατρὸς αὐτῶν ὅτι βουλόμενος ἐβούλετο κύριος διαφθεῖραι αὐτούς
Unchecked Copy Box1Sa 2:29 - καὶ ἵνα τί ἐπέβλεψας ἐπὶ τὸ θυμίαμά μου καὶ εἰς τὴν θυσίαν μου ἀναιδεῖ ὀφθαλμῷ καὶ ἐδόξασας τοὺς υἱούς σου ὑπὲρ G5228 ἐμὲ ἐνευλογεῖσθαι ἀπαρχῆς πάσης θυσίας Ισραηλ ἔμπροσθέν μου
Unchecked Copy Box1Sa 4:21 - καὶ ἐκάλεσεν τὸ παιδάριον Οὐαὶ βαρχαβωθ ὑπὲρ G5228 τῆς κιβωτοῦ τοῦ θεοῦ καὶ ὑπὲρ G5228 τοῦ πενθεροῦ αὐτῆς καὶ ὑπὲρ G5228 τοῦ ἀνδρὸς αὐτῆς
Unchecked Copy Box1Sa 9:2 - καὶ τούτῳ υἱός καὶ ὄνομα αὐτῷ Σαουλ εὐμεγέθης ἀνὴρ ἀγαθός καὶ οὐκ ἦν ἐν υἱοῖς Ισραηλ ἀγαθὸς ὑπὲρ G5228 αὐτόν ὑπὲρ G5228 ὠμίαν καὶ ἐπάνω ὑψηλὸς ὑπὲρ G5228 πᾶσαν τὴν γῆν
Unchecked Copy Box1Sa 10:2 - ὡς ἂν ἀπέλθῃς σήμερον ἀπ᾽ ἐμοῦ καὶ εὑρήσεις δύο ἄνδρας πρὸς τοῖς τάφοις Ραχηλ ἐν τῷ ὁρίῳ Βενιαμιν ἁλλομένους μεγάλα καὶ ἐροῦσίν σοι εὕρηνται αἱ ὄνοι ἃς ἐπορεύθητε ζητεῖν καὶ ἰδοὺ πατήρ σου ἀποτετίνακται τὸ ῥῆμα τῶν ὄνων καὶ ἐδαψιλεύσατο δι᾽ ὑμᾶς λέγων τί ποιήσω ὑπὲρ G5228 τοῦ υἱοῦ μου
Unchecked Copy Box1Sa 10:23 - καὶ ἔδραμεν καὶ λαμβάνει αὐτὸν ἐκεῖθεν καὶ κατέστησεν ἐν μέσῳ τοῦ λαοῦ καὶ ὑψώθη ὑπὲρ G5228 πάντα τὸν λαὸν ὑπὲρ G5228 ὠμίαν καὶ ἐπάνω
Unchecked Copy Box1Sa 12:19 - καὶ εἶπαν πᾶς λαὸς πρὸς Σαμουηλ πρόσευξαι ὑπὲρ G5228 τῶν δούλων σου πρὸς κύριον θεόν σου καὶ οὐ μὴ ἀποθάνωμεν ὅτι προστεθείκαμεν πρὸς πάσας τὰς ἁμαρτίας ἡμῶν κακίαν αἰτήσαντες ἑαυτοῖς βασιλέα
Unchecked Copy Box1Sa 15:22 - καὶ εἶπεν Σαμουηλ εἰ θελητὸν τῷ κυρίῳ ὁλοκαυτώματα καὶ θυσίαι ὡς τὸ ἀκοῦσαι φωνῆς κυρίου ἰδοὺ ἀκοὴ ὑπὲρ G5228 θυσίαν ἀγαθὴ καὶ ἐπακρόασις ὑπὲρ G5228 στέαρ κριῶν
Unchecked Copy Box1Sa 15:28 - καὶ εἶπεν πρὸς αὐτὸν Σαμουηλ διέρρηξεν κύριος τὴν βασιλείαν Ισραηλ ἐκ χειρός σου σήμερον καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ G5228 σέ
Unchecked Copy Box1Sa 21:2 - (LXX 21:3)καὶ εἶπεν Δαυιδ τῷ ἱερεῖ βασιλεὺς ἐντέταλταί μοι ῥῆμα σήμερον καὶ εἶπέν μοι μηδεὶς γνώτω τὸ ῥῆμα περὶ οὗ ἐγὼ ἀποστέλλω σε καὶ ὑπὲρ G5228 οὗ ἐντέταλμαί σοι καὶ τοῖς παιδαρίοις διαμεμαρτύρημαι ἐν τῷ τόπῳ τῷ λεγομένῳ θεοῦ πίστις Φελλανι Αλεμωνι
Unchecked Copy Box1Sa 24:17 - (LXX 24:18)καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ δίκαιος σὺ ὑπὲρ G5228 ἐμέ ὅτι σὺ ἀνταπέδωκάς μοι ἀγαθά ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά
Unchecked Copy Box2Sa 1:19 - στήλωσον Ισραηλ ὑπὲρ G5228 τῶν τεθνηκότων ἐπὶ τὰ ὕψη σου τραυματιῶν πῶς ἔπεσαν δυνατοί
Unchecked Copy Box2Sa 1:23 - Σαουλ καὶ Ιωναθαν οἱ ἠγαπημένοι καὶ ὡραῖοι οὐ διακεχωρισμένοι εὐπρεπεῖς ἐν τῇ ζωῇ αὐτῶν καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐ διεχωρίσθησαν ὑπὲρ G5228 ἀετοὺς κοῦφοι καὶ ὑπὲρ G5228 λέοντας ἐκραταιώθησαν
Unchecked Copy Box2Sa 1:26 - ἀλγῶ ἐπὶ σοί ἄδελφέ μου Ιωναθαν ὡραιώθης μοι σφόδρα ἐθαυμαστώθη ἀγάπησίς σου ἐμοὶ ὑπὲρ G5228 ἀγάπησιν γυναικῶν
Unchecked Copy Box2Sa 3:8 - καὶ ἐθυμώθη σφόδρα Αβεννηρ περὶ τοῦ λόγου Μεμφιβοσθε καὶ εἶπεν Αβεννηρ πρὸς αὐτόν μὴ κεφαλὴ κυνὸς ἐγώ εἰμι ἐποίησα ἔλεος σήμερον μετὰ τοῦ οἴκου Σαουλ τοῦ πατρός σου καὶ περὶ ἀδελφῶν καὶ γνωρίμων καὶ οὐκ ηὐτομόλησα εἰς τὸν οἶκον Δαυιδ καὶ ἐπιζητεῖς ἐπ᾽ ἐμὲ ὑπὲρ G5228 ἀδικίας γυναικὸς σήμερον
Unchecked Copy Box2Sa 6:8 - καὶ ἠθύμησεν Δαυιδ ὑπὲρ G5228 οὗ διέκοψεν κύριος διακοπὴν ἐν τῷ Οζα καὶ ἐκλήθη τόπος ἐκεῖνος διακοπὴ Οζα ἕως τῆς ἡμέρας ταύτης
Unchecked Copy Box2Sa 6:21 - καὶ εἶπεν Δαυιδ πρὸς Μελχολ ἐνώπιον κυρίου ὀρχήσομαι εὐλογητὸς κύριος ὃς ἐξελέξατό με ὑπὲρ G5228 τὸν πατέρα σου καὶ ὑπὲρ G5228 πάντα τὸν οἶκον αὐτοῦ τοῦ καταστῆσαί με εἰς ἡγούμενον ἐπὶ τὸν λαὸν αὐτοῦ ἐπὶ τὸν Ισραηλ καὶ παίξομαι καὶ ὀρχήσομαι ἐνώπιον κυρίου
Unchecked Copy Box2Sa 7:19 - καὶ κατεσμικρύνθη μικρὸν ἐνώπιόν σου κύριέ μου κύριε καὶ ἐλάλησας ὑπὲρ G5228 τοῦ οἴκου τοῦ δούλου σου εἰς μακράν οὗτος δὲ νόμος τοῦ ἀνθρώπου κύριέ μου κύριε
Unchecked Copy Box2Sa 7:28 - καὶ νῦν κύριέ μου κύριε σὺ εἶ θεός καὶ οἱ λόγοι σου ἔσονται ἀληθινοί καὶ ἐλάλησας ὑπὲρ G5228 τοῦ δούλου σου τὰ ἀγαθὰ ταῦτα
Unchecked Copy Box2Sa 8:10 - καὶ ἀπέστειλεν Θοου Ιεδδουραν τὸν υἱὸν αὐτοῦ πρὸς βασιλέα Δαυιδ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ εὐλογῆσαι αὐτὸν ὑπὲρ G5228 οὗ ἐπολέμησεν τὸν Αδρααζαρ καὶ ἐπάταξεν αὐτόν ὅτι ἀντικείμενος ἦν τῷ Αδρααζαρ καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ἦσαν σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ καὶ σκεύη χαλκᾶ
Unchecked Copy Box2Sa 10:5 - καὶ ἀνήγγειλαν τῷ Δαυιδ ὑπὲρ G5228 τῶν ἀνδρῶν καὶ ἀπέστειλεν εἰς ἀπαντὴν αὐτῶν ὅτι ἦσαν οἱ ἄνδρες ἠτιμασμένοι σφόδρα καὶ εἶπεν βασιλεύς καθίσατε ἐν Ιεριχω ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν καὶ ἐπιστραφήσεσθε
Unchecked Copy Box2Sa 10:11 - καὶ εἶπεν ἐὰν κραταιωθῇ Συρία ὑπὲρ G5228 ἐμέ καὶ ἔσεσθέ μοι εἰς σωτηρίαν καὶ ἐὰν υἱοὶ Αμμων κραταιωθῶσιν ὑπὲρ G5228 σέ καὶ ἐσόμεθα τοῦ σῶσαί σε
Unchecked Copy Box2Sa 10:12 - ἀνδρίζου καὶ κραταιωθῶμεν ὑπὲρ G5228 τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ θεοῦ ἡμῶν καὶ κύριος ποιήσει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ
Unchecked Copy Box2Sa 13:14 - καὶ οὐκ ἠθέλησεν Αμνων τοῦ ἀκοῦσαι τῆς φωνῆς αὐτῆς καὶ ἐκραταίωσεν ὑπὲρ G5228 αὐτὴν καὶ ἐταπείνωσεν αὐτὴν καὶ ἐκοιμήθη μετ᾽ αὐτῆς
Unchecked Copy Box2Sa 13:15 - καὶ ἐμίσησεν αὐτὴν Αμνων μῖσος μέγα σφόδρα ὅτι μέγα τὸ μῖσος ἐμίσησεν αὐτήν ὑπὲρ G5228 τὴν ἀγάπην ἣν ἠγάπησεν αὐτήν καὶ εἶπεν αὐτῇ Αμνων ἀνάστηθι καὶ πορεύου
Unchecked Copy Box2Sa 13:16 - καὶ εἶπεν αὐτῷ Θημαρ μή ἄδελφε ὅτι μεγάλη κακία ἐσχάτη ὑπὲρ G5228 τὴν πρώτην ἣν ἐποίησας μετ᾽ ἐμοῦ τοῦ ἐξαποστεῖλαί με καὶ οὐκ ἠθέλησεν Αμνων ἀκοῦσαι τῆς φωνῆς αὐτῆς
Unchecked Copy Box2Sa 17:14 - καὶ εἶπεν Αβεσσαλωμ καὶ πᾶς ἀνὴρ Ισραηλ ἀγαθὴ βουλὴ Χουσι τοῦ Αραχι ὑπὲρ G5228 τὴν βουλὴν Αχιτοφελ καὶ κύριος ἐνετείλατο διασκεδάσαι τὴν βουλὴν Αχιτοφελ τὴν ἀγαθήν ὅπως ἂν ἐπαγάγῃ κύριος ἐπὶ Αβεσσαλωμ τὰ κακὰ πάντα
Unchecked Copy Box2Sa 18:5 - καὶ ἐνετείλατο βασιλεὺς τῷ Ιωαβ καὶ τῷ Αβεσσα καὶ τῷ Εθθι λέγων φείσασθέ μοι τοῦ παιδαρίου τοῦ Αβεσσαλωμ καὶ πᾶς λαὸς ἤκουσεν ἐντελλομένου τοῦ βασιλέως πᾶσιν τοῖς ἄρχουσιν ὑπὲρ G5228 Αβεσσαλωμ
Unchecked Copy Box2Sa 18:8 - καὶ ἐγένετο ἐκεῖ πόλεμος διεσπαρμένος ἐπὶ πρόσωπον πάσης τῆς γῆς καὶ ἐπλεόνασεν δρυμὸς τοῦ καταφαγεῖν ἐκ τοῦ λαοῦ ὑπὲρ G5228 οὓς κατέφαγεν ἐν τῷ λαῷ μάχαιρα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
Unchecked Copy Box2Sa 19:7 - (LXX 19:8)καὶ νῦν ἀναστὰς ἔξελθε καὶ λάλησον εἰς τὴν καρδίαν τῶν δούλων σου ὅτι ἐν κυρίῳ ὤμοσα ὅτι εἰ μὴ ἐκπορεύσῃ σήμερον εἰ αὐλισθήσεται ἀνὴρ μετὰ σοῦ τὴν νύκτα ταύτην καὶ ἐπίγνωθι σεαυτῷ καὶ κακόν σοι τοῦτο ὑπὲρ G5228 πᾶν τὸ κακὸν τὸ ἐπελθόν σοι ἐκ νεότητός σου ἕως τοῦ νῦν
Unchecked Copy Box2Sa 19:43 - (LXX 19:44)καὶ ἀπεκρίθη ἀνὴρ Ισραηλ τῷ ἀνδρὶ Ιουδα καὶ εἶπεν δέκα χεῖρές μοι ἐν τῷ βασιλεῖ καὶ πρωτότοκος ἐγὼ σύ καί γε ἐν τῷ Δαυιδ εἰμὶ ὑπὲρ G5228 σέ καὶ ἵνα τί τοῦτο ὕβρισάς με καὶ οὐκ ἐλογίσθη λόγος μου πρῶτός μοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα ἐμοί καὶ ἐσκληρύνθη λόγος ἀνδρὸς Ιουδα ὑπὲρ G5228 τὸν λόγον ἀνδρὸς Ισραηλ
Unchecked Copy Box2Sa 20:6 - καὶ εἶπεν Δαυιδ πρὸς Αβεσσα νῦν κακοποιήσει ἡμᾶς Σαβεε υἱὸς Βοχορι ὑπὲρ G5228 Αβεσσαλωμ καὶ νῦν σὺ λαβὲ μετὰ σεαυτοῦ τοὺς παῖδας τοῦ κυρίου σου καὶ καταδίωξον ὀπίσω αὐτοῦ μήποτε ἑαυτῷ εὕρῃ πόλεις ὀχυρὰς καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμῶν
Unchecked Copy Box2Sa 22:18 - ἐρρύσατό με ἐξ ἐχθρῶν μου ἰσχύος ἐκ τῶν μισούντων με ὅτι ἐκραταιώθησαν ὑπὲρ G5228 ἐμέ
Unchecked Copy Box1Ki 1:37 - καθὼς ἦν κύριος μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως οὕτως εἴη μετὰ Σαλωμων καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ G5228 τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως Δαυιδ
Unchecked Copy Box1Ki 1:47 - καὶ εἰσῆλθον οἱ δοῦλοι τοῦ βασιλέως εὐλογῆσαι τὸν κύριον ἡμῶν τὸν βασιλέα Δαυιδ λέγοντες ἀγαθύναι ὁ θεὸς τὸ ὄνομα Σαλωμων τοῦ υἱοῦ σου ὑπὲρ G5228 τὸ ὄνομά σου καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ G5228 τὸν θρόνον σου καὶ προσεκύνησεν βασιλεὺς ἐπὶ τὴν κοίτην αὐτοῦ
Unchecked Copy Box1Ki 2:22 - καὶ ἀπεκρίθη Σαλωμων ὁ βασιλεὺς καὶ εἶπεν τῇ μητρὶ αὐτοῦ καὶ ἵνα τί σὺ ᾔτησαι τὴν Αβισακ τῷ Αδωνια καὶ αἴτησαι αὐτῷ τὴν βασιλείαν ὅτι οὗτος ἀδελφός μου μέγας ὑπὲρ G5228 ἐμέ καὶ αὐτῷ Αβιαθαρ ἱερεὺς καὶ αὐτῷ Ιωαβ ὁ υἱὸς Σαρουιας ὁ ἀρχιστράτηγος ἑταῖρος
Unchecked Copy Box1Ki 2:32 - καὶ ἀπέστρεψεν κύριος τὸ αἷμα τῆς ἀδικίας αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ ὡς ἀπήντησεν τοῖς δυσὶν ἀνθρώποις τοῖς δικαίοις καὶ ἀγαθοῖς ὑπὲρ G5228 αὐτὸν καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ῥομφαίᾳ καὶ πατήρ μου Δαυιδ οὐκ ἔγνω τὸ αἷμα αὐτῶν τὸν Αβεννηρ υἱὸν Νηρ ἀρχιστράτηγον Ισραηλ καὶ τὸν Αμεσσα υἱὸν Ιεθερ ἀρχιστράτηγον Ιουδα
Unchecked Copy Box1Ki 4:30 - (LXX 5:10)καὶ ἐπληθύνθη Σαλωμων σφόδρα ὑπὲρ G5228 τὴν φρόνησιν πάντων ἀρχαίων ἀνθρώπων καὶ ὑπὲρ G5228 πάντας φρονίμους Αἰγύπτου
Unchecked Copy Box1Ki 4:31 - (LXX 5:11)καὶ ἐσοφίσατο ὑπὲρ G5228 πάντας τοὺς ἀνθρώπους καὶ ἐσοφίσατο ὑπὲρ G5228 Γαιθαν τὸν Εζραΐτην καὶ τὸν Αιμαν καὶ τὸν Χαλκαλ καὶ Δαρδα υἱοὺς Μαλ
Unchecked Copy Box1Ki 8:53 - ὅτι σὺ διέστειλας αὐτοὺς σαυτῷ εἰς κληρονομίαν ἐκ πάντων τῶν λαῶν τῆς γῆς καθὼς ἐλάλησας ἐν χειρὶ δούλου σου Μωυσῆ ἐν τῷ ἐξαγαγεῖν σε τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου κύριε κύριε
Unchecked Copy Box1Ki 9:26 - καὶ ναῦν ὑπὲρ G5228 οὗ ἐποίησεν βασιλεὺς Σαλωμων ἐν Γασιωνγαβερ τὴν οὖσαν ἐχομένην Αιλαθ ἐπὶ τοῦ χείλους τῆς ἐσχάτης θαλάσσης ἐν γῇ Εδωμ
Unchecked Copy Box1Ki 10:23 - καὶ ἐμεγαλύνθη Σαλωμων ὑπὲρ G5228 πάντας τοὺς βασιλεῖς τῆς γῆς πλούτῳ καὶ φρονήσει
Unchecked Copy Box1Ki 11:10 - καὶ ἐντειλαμένου αὐτῷ ὑπὲρ G5228 τοῦ λόγου τούτου τὸ παράπαν μὴ πορευθῆναι ὀπίσω θεῶν ἑτέρων καὶ φυλάξασθαι ποιῆσαι ἐνετείλατο αὐτῷ κύριος θεός
Unchecked Copy Box1Ki 16:7 - καὶ ἐν χειρὶ Ιου υἱοῦ Ανανι ἐλάλησεν κύριος ἐπὶ Βαασα καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ πᾶσαν τὴν κακίαν ἣν ἐποίησεν ἐνώπιον κυρίου τοῦ παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ τοῦ εἶναι κατὰ τὸν οἶκον Ιεροβοαμ καὶ ὑπὲρ G5228 τοῦ πατάξαι αὐτόν
Unchecked Copy Box1Ki 16:19 - ὑπὲρ G5228 τῶν ἁμαρτιῶν αὐτοῦ ὧν ἐποίησεν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου πορευθῆναι ἐν ὁδῷ Ιεροβοαμ υἱοῦ Ναβατ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ὡς ἐξήμαρτεν τὸν Ισραηλ
Unchecked Copy Box1Ki 16:25 - καὶ ἐποίησεν Αμβρι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐπονηρεύσατο ὑπὲρ G5228 πάντας τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ
Unchecked Copy Box1Ki 16:30 - καὶ ἐποίησεν Αχααβ τὸ πονηρὸν ἐνώπιον κυρίου ἐπονηρεύσατο ὑπὲρ G5228 πάντας τοὺς ἔμπροσθεν αὐτοῦ
Unchecked Copy Box1Ki 16:33 - καὶ ἐποίησεν Αχααβ ἄλσος καὶ προσέθηκεν Αχααβ τοῦ ποιῆσαι παροργίσματα τοῦ παροργίσαι τὴν ψυχὴν αὐτοῦ τοῦ ἐξολεθρευθῆναι ἐκακοποίησεν ὑπὲρ G5228 πάντας τοὺς βασιλεῖς Ισραηλ τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ
Unchecked Copy Box1Ki 19:4 - καὶ αὐτὸς ἐπορεύθη ἐν τῇ ἐρήμῳ ὁδὸν ἡμέρας καὶ ἦλθεν καὶ ἐκάθισεν ὑπὸ ραθμ ἓν καὶ ᾐτήσατο τὴν ψυχὴν αὐτοῦ ἀποθανεῖν καὶ εἶπεν ἱκανούσθω νῦν λαβὲ δὴ τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ κύριε ὅτι οὐ κρείσσων ἐγώ εἰμι ὑπὲρ G5228 τοὺς πατέρας μου
Unchecked Copy Box1Ki 20:23 - (LXX 21:23)καὶ οἱ παῖδες βασιλέως Συρίας εἶπον θεὸς ὀρέων θεὸς Ισραηλ καὶ οὐ θεὸς κοιλάδων διὰ τοῦτο ἐκραταίωσεν ὑπὲρ G5228 ἡμᾶς ἐὰν δὲ πολεμήσωμεν αὐτοὺς κατ᾽ εὐθύ εἰ μὴ κραταιώσομεν ὑπὲρ G5228 αὐτούς
Unchecked Copy Box1Ki 20:25 - (LXX 21:25)καὶ ἀλλάξομέν σοι δύναμιν κατὰ τὴν δύναμιν τὴν πεσοῦσαν ἀπὸ σοῦ καὶ ἵππον κατὰ τὴν ἵππον καὶ ἅρματα κατὰ τὰ ἅρματα καὶ πολεμήσομεν πρὸς αὐτοὺς κατ᾽ εὐθὺ καὶ κραταιώσομεν ὑπὲρ G5228 αὐτούς καὶ ἤκουσεν τῆς φωνῆς αὐτῶν καὶ ἐποίησεν οὕτως
Unchecked Copy Box1Ki 21:2 - (LXX 20:2)καὶ ἐλάλησεν Αχααβ πρὸς Ναβουθαι λέγων δός μοι τὸν ἀμπελῶνά σου καὶ ἔσται μοι εἰς κῆπον λαχάνων ὅτι ἐγγίων οὗτος τῷ οἴκῳ μου καὶ δώσω σοι ἀμπελῶνα ἄλλον ἀγαθὸν ὑπὲρ G5228 αὐτόν εἰ δὲ ἀρέσκει ἐνώπιόν σου δώσω σοι ἀργύριον ἀντάλλαγμα τοῦ ἀμπελῶνός σου τούτου καὶ ἔσται μοι εἰς κῆπον λαχάνων
Unchecked Copy Box1Ki 21:27 - (LXX 20:27)καὶ ὑπὲρ G5228 τοῦ λόγου ὡς κατενύγη Αχααβ ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἐπορεύετο κλαίων καὶ διέρρηξεν τὸν χιτῶνα αὐτοῦ καὶ ἐζώσατο σάκκον ἐπὶ τὸ σῶμα αὐτοῦ καὶ ἐνήστευσεν καὶ περιεβάλετο σάκκον ἐν τῇ ἡμέρᾳ ἐπάταξεν Ναβουθαι τὸν Ιεζραηλίτην
Unchecked Copy Box2Ki 3:26 - καὶ εἶδεν βασιλεὺς Μωαβ ὅτι ἐκραταίωσεν ὑπὲρ G5228 αὐτὸν πόλεμος καὶ ἔλαβεν μεθ᾽ ἑαυτοῦ ἑπτακοσίους ἄνδρας ἐσπασμένους ῥομφαίαν διακόψαι πρὸς βασιλέα Εδωμ καὶ οὐκ ἠδυνήθησαν
Unchecked Copy Box2Ki 5:12 - οὐχὶ ἀγαθὸς Αβανα καὶ Φαρφαρ ποταμοὶ Δαμασκοῦ ὑπὲρ G5228 Ιορδάνην καὶ πάντα τὰ ὕδατα Ισραηλ οὐχὶ πορευθεὶς λούσομαι ἐν αὐτοῖς καὶ καθαρισθήσομαι καὶ ἐξέκλινεν καὶ ἀπῆλθεν ἐν θυμῷ
Unchecked Copy Box2Ki 6:16 - καὶ εἶπεν Ελισαιε μὴ φοβοῦ ὅτι πλείους οἱ μεθ᾽ ἡμῶν ὑπὲρ G5228 τοὺς μετ᾽ αὐτῶν
Unchecked Copy Box2Ki 10:3 - καὶ ὄψεσθε τὸν ἀγαθὸν καὶ τὸν εὐθῆ ἐν τοῖς υἱοῖς τοῦ κυρίου ὑμῶν καὶ καταστήσετε αὐτὸν ἐπὶ τὸν θρόνον τοῦ πατρὸς αὐτοῦ καὶ πολεμεῖτε ὑπὲρ G5228 τοῦ οἴκου τοῦ κυρίου ὑμῶν
Unchecked Copy Box2Ki 14:6 - καὶ τοὺς υἱοὺς τῶν παταξάντων οὐκ ἐθανάτωσεν καθὼς γέγραπται ἐν βιβλίῳ νόμων Μωυσῆ ὡς ἐνετείλατο κύριος λέγων οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ G5228 υἱῶν καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ G5228 πατέρων ὅτι ἀλλ᾽ ἕκαστος ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται
Unchecked Copy Box2Ki 17:14 - καὶ οὐκ ἤκουσαν καὶ ἐσκλήρυναν τὸν νῶτον αὐτῶν ὑπὲρ G5228 τὸν νῶτον τῶν πατέρων αὐτῶν
Unchecked Copy Box2Ki 19:34 - καὶ ὑπερασπιῶ ὑπὲρ G5228 τῆς πόλεως ταύτης δι᾽ ἐμὲ καὶ διὰ Δαυιδ τὸν δοῦλόν μου
Unchecked Copy Box2Ki 20:6 - καὶ προσθήσω ἐπὶ τὰς ἡμέρας σου πέντε καὶ δέκα ἔτη καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων σώσω σε καὶ τὴν πόλιν ταύτην καὶ ὑπερασπιῶ ὑπὲρ G5228 τῆς πόλεως ταύτης δι᾽ ἐμὲ καὶ διὰ Δαυιδ τὸν δοῦλόν μου
Unchecked Copy Box2Ki 21:9 - καὶ οὐκ ἤκουσαν καὶ ἐπλάνησεν αὐτοὺς Μανασσης τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου ὑπὲρ G5228 τὰ ἔθνη ἠφάνισεν κύριος ἐκ προσώπου υἱῶν Ισραηλ
Unchecked Copy Box2Ki 22:13 - δεῦτε ἐκζητήσατε τὸν κύριον περὶ ἐμοῦ καὶ περὶ παντὸς τοῦ λαοῦ καὶ περὶ παντὸς τοῦ Ιουδα περὶ τῶν λόγων τοῦ βιβλίου τοῦ εὑρεθέντος τούτου ὅτι μεγάλη ὀργὴ κυρίου ἐκκεκαυμένη ἐν ἡμῖν ὑπὲρ G5228 οὗ οὐκ ἤκουσαν οἱ πατέρες ἡμῶν τῶν λόγων τοῦ βιβλίου τούτου τοῦ ποιεῖν κατὰ πάντα τὰ γεγραμμένα καθ᾽ ἡμῶν
Unchecked Copy Box1Ch 4:9 - καὶ ἦν Ιγαβης ἔνδοξος ὑπὲρ G5228 τοὺς ἀδελφοὺς αὐτοῦ καὶ μήτηρ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιγαβης λέγουσα ἔτεκον ὡς γαβης
Unchecked Copy Box1Ch 11:21 - ἀπὸ τῶν τριῶν ὑπὲρ G5228 τοὺς δύο ἔνδοξος καὶ ἦν αὐτοῖς εἰς ἄρχοντα καὶ ἕως τῶν τριῶν οὐκ ἤρχετο
Unchecked Copy Box1Ch 11:22 - καὶ Βαναιας υἱὸς Ιωδαε υἱὸς ἀνδρὸς δυνατοῦ πολλὰ ἔργα αὐτοῦ ὑπὲρ G5228 Καβασαηλ οὗτος ἐπάταξεν τοὺς δύο αριηλ Μωαβ καὶ οὗτος κατέβη καὶ ἐπάταξεν τὸν λέοντα ἐν τῷ λάκκῳ ἐν ἡμέρᾳ χιόνος
Unchecked Copy Box1Ch 11:25 - ὑπὲρ G5228 τοὺς τριάκοντα ἔνδοξος οὗτος καὶ πρὸς τοὺς τρεῖς οὐκ ἤρχετο καὶ κατέστησεν αὐτὸν Δαυιδ ἐπὶ τὴν πατριὰν αὐτοῦ
Unchecked Copy Box1Ch 18:10 - καὶ ἀπέστειλεν τὸν Ιδουραμ υἱὸν αὐτοῦ πρὸς τὸν βασιλέα Δαυιδ τοῦ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ τοῦ εὐλογῆσαι αὐτὸν ὑπὲρ G5228 οὗ ἐπολέμησεν τὸν Αδρααζαρ καὶ ἐπάταξεν αὐτόν ὅτι ἀνὴρ πολέμιος Θωα ἦν τῷ Αδρααζαρ καὶ πάντα τὰ σκεύη ἀργυρᾶ καὶ χρυσᾶ
Unchecked Copy Box1Ch 19:12 - καὶ εἶπεν ἐὰν κρατήσῃ ὑπὲρ G5228 ἐμὲ Σύρος καὶ ἔσῃ μοι εἰς σωτηρίαν καὶ ἐὰν υἱοὶ Αμμων κρατήσωσιν ὑπὲρ G5228 σέ καὶ σώσω σε
Unchecked Copy Box1Ch 29:9 - καὶ εὐφράνθη λαὸς ὑπὲρ G5228 τοῦ προθυμηθῆναι ὅτι ἐν καρδίᾳ πλήρει προεθυμήθησαν τῷ κυρίῳ καὶ Δαυιδ βασιλεὺς εὐφράνθη μεγάλως
Unchecked Copy Box2Ch 9:22 - καὶ ἐμεγαλύνθη Σαλωμων ὑπὲρ G5228 πάντας τοὺς βασιλεῖς καὶ πλούτῳ καὶ σοφίᾳ
Unchecked Copy Box2Ch 11:21 - καὶ ἠγάπησεν Ροβοαμ τὴν Μααχαν θυγατέρα Αβεσσαλωμ ὑπὲρ G5228 πάσας τὰς γυναῖκας αὐτοῦ καὶ τὰς παλλακὰς αὐτοῦ ὅτι γυναῖκας δέκα ὀκτὼ εἶχεν καὶ παλλακὰς τριάκοντα καὶ ἐγέννησεν υἱοὺς εἴκοσι ὀκτὼ καὶ θυγατέρας ἑξήκοντα
Unchecked Copy Box2Ch 21:13 - καὶ ἐπορεύθης ἐν ὁδοῖς βασιλέων Ισραηλ καὶ ἐξεπόρνευσας τὸν Ιουδαν καὶ τοὺς κατοικοῦντας ἐν Ιερουσαλημ ὡς ἐξεπόρνευσεν οἶκος Αχααβ καὶ τοὺς ἀδελφούς σου υἱοὺς τοῦ πατρός σου τοὺς ἀγαθοὺς ὑπὲρ G5228 σὲ ἀπέκτεινας
Unchecked Copy Box2Ch 25:4 - καὶ τοὺς υἱοὺς αὐτῶν οὐκ ἀπέκτεινεν κατὰ τὴν διαθήκην τοῦ νόμου κυρίου καθὼς γέγραπται ὡς ἐνετείλατο κύριος λέγων οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ G5228 τέκνων καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ G5228 πατέρων ἀλλ᾽ ἕκαστος τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανοῦνται
Unchecked Copy Box2Ch 30:18 - ὅτι τὸ πλεῖστον τοῦ λαοῦ ἀπὸ Εφραιμ καὶ Μανασση καὶ Ισσαχαρ καὶ Ζαβουλων οὐχ ἡγνίσθησαν ἀλλὰ ἔφαγον τὸ φασεκ παρὰ τὴν γραφήν καὶ προσηύξατο Εζεκιας περὶ αὐτῶν λέγων κύριος ἀγαθὸς ἐξιλασάσθω ὑπὲρ G5228
Unchecked Copy Box2Ch 31:9 - καὶ ἐπυνθάνετο Εζεκιας τῶν ἱερέων καὶ τῶν Λευιτῶν ὑπὲρ G5228 τῶν σωρῶν
Unchecked Copy Box2Ch 33:9 - καὶ ἐπλάνησεν Μανασσης τὸν Ιουδαν καὶ τοὺς κατοικοῦντας ἐν Ιερουσαλημ τοῦ ποιῆσαι τὸ πονηρὸν ὑπὲρ G5228 πάντα τὰ ἔθνη ἐξῆρεν κύριος ἀπὸ προσώπου υἱῶν Ισραηλ
Unchecked Copy BoxEzr 5:5 - καὶ οἱ ὀφθαλμοὶ τοῦ θεοῦ ἐπὶ τὴν αἰχμαλωσίαν Ιουδα καὶ οὐ κατήργησαν αὐτούς ἕως γνώμη τῷ Δαρείῳ ἀπηνέχθη καὶ τότε ἀπεστάλη τῷ φορολόγῳ ὑπὲρ G5228 τούτου
Unchecked Copy BoxEzr 6:17 - καὶ προσήνεγκαν εἰς τὰ ἐγκαίνια τοῦ οἴκου τοῦ θεοῦ μόσχους ἑκατόν κριοὺς διακοσίους ἀμνοὺς τετρακοσίους χιμάρους αἰγῶν περὶ ἁμαρτίας ὑπὲρ G5228 παντὸς Ισραηλ δώδεκα εἰς ἀριθμὸν φυλῶν Ισραηλ
Unchecked Copy BoxEzr 9:6 - καὶ εἶπα κύριε ᾐσχύνθην καὶ ἐνετράπην τοῦ ὑψῶσαι τὸ πρόσωπόν μου πρὸς σέ ὅτι αἱ ἀνομίαι ἡμῶν ἐπληθύνθησαν ὑπὲρ G5228 κεφαλῆς ἡμῶν καὶ αἱ πλημμέλειαι ἡμῶν ἐμεγαλύνθησαν ἕως εἰς οὐρανόν
Unchecked Copy BoxEst 2:23 - δὲ βασιλεὺς ἤτασεν τοὺς δύο εὐνούχους καὶ ἐκρέμασεν αὐτούς καὶ προσέταξεν βασιλεὺς καταχωρίσαι εἰς μνημόσυνον ἐν τῇ βασιλικῇ βιβλιοθήκῃ ὑπὲρ G5228 τῆς εὐνοίας Μαρδοχαίου ἐν ἐγκωμίῳ
Unchecked Copy BoxEst 4:8 - καὶ τὸ ἀντίγραφον τὸ ἐν Σούσοις ἐκτεθὲν ὑπὲρ G5228 τοῦ ἀπολέσθαι αὐτοὺς ἔδωκεν αὐτῷ δεῖξαι τῇ Εσθηρ καὶ εἶπεν αὐτῷ ἐντείλασθαι αὐτῇ εἰσελθούσῃ παραιτήσασθαι τὸν βασιλέα καὶ ἀξιῶσαι αὐτὸν περὶ τοῦ λαοῦ μνησθεῖσα ἡμερῶν ταπεινώσεώς σου ὡς ἐτράφης ἐν χειρί μου διότι Αμαν ὁ δευτερεύων τῷ βασιλεῖ ἐλάλησεν καθ᾽ ἡμῶν εἰς θάνατον ἐπικάλεσαι τὸν κύριον καὶ λάλησον τῷ βασιλεῖ περὶ ἡμῶν καὶ ῥῦσαι ἡμᾶς ἐκ θανάτου
Unchecked Copy BoxJob 2:4 - ὑπολαβὼν δὲ διάβολος εἶπεν τῷ κυρίῳ δέρμα ὑπὲρ G5228 δέρματος ὅσα ὑπάρχει ἀνθρώπῳ ὑπὲρ G5228 τῆς ψυχῆς αὐτοῦ ἐκτείσει
Unchecked Copy BoxJob 24:5 - ἀπέβησαν δὲ ὥσπερ ὄνοι ἐν ἀγρῷ ὑπὲρ G5228 ἐμοῦ ἐξελθόντες τὴν ἑαυτῶν πρᾶξιν ἡδύνθη αὐτῷ ἄρτος εἰς νεωτέρους
Unchecked Copy BoxJob 28:18 - μετέωρα καὶ γαβις οὐ μνησθήσεται καὶ ἕλκυσον σοφίαν ὑπὲρ G5228 τὰ ἐσώτατα
Unchecked Copy BoxJob 29:3 - ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ G5228 κεφαλῆς μου ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει
Unchecked Copy BoxPsa 5:1 - εἰς τὸ τέλος ὑπὲρ G5228 τῆς κληρονομούσης ψαλμὸς τῷ Δαυιδ (LXX 5:2)τὰ ῥήματά μου ἐνώτισαι κύριε σύνες τῆς κραυγῆς μου
Unchecked Copy BoxPsa 6:1 - εἰς τὸ τέλος ἐν ὕμνοις ὑπὲρ G5228 τῆς ὀγδόης ψαλμὸς τῷ Δαυιδ (LXX 6:2)κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με
Unchecked Copy BoxPsa 7:1 - ψαλμὸς τῷ Δαυιδ ὃν ᾖσεν τῷ κυρίῳ ὑπὲρ G5228 τῶν λόγων Χουσι υἱοῦ Ιεμενι (LXX 7:2)κύριε θεός μου ἐπὶ σοὶ ἤλπισα σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με
Unchecked Copy BoxPsa 7:7 - (LXX 7:8)καὶ συναγωγὴ λαῶν κυκλώσει σε καὶ ὑπὲρ G5228 ταύτης εἰς ὕψος ἐπίστρεψον
Unchecked Copy BoxPsa 8:1 - εἰς τὸ τέλος ὑπὲρ G5228 τῶν ληνῶν ψαλμὸς τῷ Δαυιδ (LXX 8:2)κύριε κύριος ἡμῶν ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ ὅτι ἐπήρθη μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν
Unchecked Copy BoxPsa 9:1 - εἰς τὸ τέλος ὑπὲρ G5228 τῶν κρυφίων τοῦ υἱοῦ ψαλμὸς τῷ Δαυιδ (LXX 9:2)ἐξομολογήσομαί σοι κύριε ἐν ὅλῃ καρδίᾳ μου διηγήσομαι πάντα τὰ θαυμάσιά σου
Unchecked Copy BoxPsa 12:1 - (LXX 11:1)εἰς τὸ τέλος ὑπὲρ G5228 τῆς ὀγδόης ψαλμὸς τῷ Δαυιδ (11:2)σῶσόν με κύριε ὅτι ἐκλέλοιπεν ὅσιος ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων
Unchecked Copy BoxPsa 18:17 - (LXX 17:18)ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν καὶ ἐκ τῶν μισούντων με ὅτι ἐστερεώθησαν ὑπὲρ G5228 ἐμέ
Unchecked Copy BoxPsa 19:10 - (LXX 18:11)ἐπιθυμητὰ ὑπὲρ G5228 χρυσίον καὶ λίθον τίμιον πολὺν καὶ γλυκύτερα ὑπὲρ G5228 μέλι καὶ κηρίον
Unchecked Copy BoxPsa 22:1 - (LXX 21:1)εἰς τὸ τέλος ὑπὲρ G5228 τῆς ἀντιλήμψεως τῆς ἑωθινῆς ψαλμὸς τῷ Δαυιδ (21:2) θεὸς θεός μου πρόσχες μοι ἵνα τί ἐγκατέλιπές με μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου
Unchecked Copy BoxPsa 32:6 - (LXX 31:6)ὑπὲρ G5228 ταύτης προσεύξεται πᾶς ὅσιος πρὸς σὲ ἐν καιρῷ εὐθέτῳ πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσιν
Unchecked Copy BoxPsa 37:16 - (LXX 36:16)κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ G5228 πλοῦτον ἁμαρτωλῶν πολύν
Unchecked Copy BoxPsa 38:18 - (LXX 37:19)ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ G5228 τῆς ἁμαρτίας μου
Unchecked Copy BoxPsa 38:19 - (LXX 37:20)οἱ δὲ ἐχθροί μου ζῶσιν καὶ κεκραταίωνται ὑπὲρ G5228 ἐμέ καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως
Unchecked Copy BoxPsa 39:11 - (LXX 38:12)ἐν ἐλεγμοῖς ὑπὲρ G5228 ἀνομίας ἐπαίδευσας ἄνθρωπον καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος διάψαλμα
Unchecked Copy BoxPsa 40:5 - (LXX 39:6)πολλὰ ἐποίησας σύ κύριε θεός μου τὰ θαυμάσιά σου καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστιν τίς ὁμοιωθήσεταί σοι ἀπήγγειλα καὶ ἐλάλησα ἐπληθύνθησαν ὑπὲρ G5228 ἀριθμόν
Unchecked Copy BoxPsa 40:12 - (LXX 39:13)ὅτι περιέσχον με κακά ὧν οὐκ ἔστιν ἀριθμός κατέλαβόν με αἱ ἀνομίαι μου καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν ἐπληθύνθησαν ὑπὲρ G5228 τὰς τρίχας τῆς κεφαλῆς μου καὶ καρδία μου ἐγκατέλιπέν με
Unchecked Copy BoxPsa 45:1 - (LXX 44:1)εἰς τὸ τέλος ὑπὲρ G5228 τῶν ἀλλοιωθησομένων τοῖς υἱοῖς Κορε εἰς σύνεσιν ᾠδὴ ὑπὲρ G5228 τοῦ ἀγαπητοῦ (44:2)ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου
Unchecked Copy BoxPsa 46:1 - (LXX 45:1)εἰς τὸ τέλος ὑπὲρ G5228 τῶν υἱῶν Κορε ὑπὲρ G5228 τῶν κρυφίων ψαλμός (45:2) θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σφόδρα
Unchecked Copy BoxPsa 47:1 - (LXX 46:1)εἰς τὸ τέλος ὑπὲρ G5228 τῶν υἱῶν Κορε ψαλμός (46:2)πάντα τὰ ἔθνη κροτήσατε χεῖρας ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως
Unchecked Copy BoxPsa 51:7 - (LXX 50:9)ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ G5228 χιόνα λευκανθήσομαι
Unchecked Copy BoxPsa 52:3 - (LXX 51:5)ἠγάπησας κακίαν ὑπὲρ G5228 ἀγαθωσύνην ἀδικίαν ὑπὲρ G5228 τὸ λαλῆσαι δικαιοσύνην διάψαλμα
Unchecked Copy BoxPsa 53:1 - (LXX 52:1)εἰς τὸ τέλος ὑπὲρ G5228 μαελεθ συνέσεως τῷ Δαυιδ (52:2)εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ οὐκ ἔστιν θεός διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις οὐκ ἔστιν ποιῶν ἀγαθόν
Unchecked Copy BoxPsa 55:21 - (LXX 54:22)διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ καὶ ἤγγισεν καρδία αὐτοῦ ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ G5228 ἔλαιον καὶ αὐτοί εἰσιν βολίδες
Unchecked Copy BoxPsa 56:1 - (LXX 55:1)εἰς τὸ τέλος ὑπὲρ G5228 τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου τῷ Δαυιδ εἰς στηλογραφίαν ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γεθ (55:2)ἐλέησόν με κύριε ὅτι κατεπάτησέν με ἄνθρωπος ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέν με
Unchecked Copy BoxPsa 56:7 - (LXX 55:8)ὑπὲρ G5228 τοῦ μηθενὸς σώσεις αὐτούς ἐν ὀργῇ λαοὺς κατάξεις θεός
Unchecked Copy BoxPsa 62:1 - (LXX 61:1)εἰς τὸ τέλος ὑπὲρ G5228 Ιδιθουν ψαλμὸς τῷ Δαυιδ (61:2)οὐχὶ τῷ θεῷ ὑποταγήσεται ψυχή μου παρ᾽ αὐτοῦ γὰρ τὸ σωτήριόν μου
Unchecked Copy BoxPsa 63:3 - (LXX 62:4)ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ G5228 ζωάς τὰ χείλη μου ἐπαινέσουσίν σε
Unchecked Copy BoxPsa 66:5 - (LXX 65:5)δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ θεοῦ φοβερὸς ἐν βουλαῖς ὑπὲρ G5228 τοὺς υἱοὺς τῶν ἀνθρώπων
Unchecked Copy BoxPsa 69:1 - (LXX 68:1)εἰς τὸ τέλος ὑπὲρ G5228 τῶν ἀλλοιωθησομένων τῷ Δαυιδ (68:2)σῶσόν με θεός ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου
Unchecked Copy BoxPsa 69:4 - (LXX 68:5)ἐπληθύνθησαν ὑπὲρ G5228 τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν ἐκραταιώθησαν οἱ ἐχθροί μου οἱ ἐκδιώκοντές με ἀδίκως οὐχ ἥρπασα τότε ἀπετίννυον
Unchecked Copy BoxPsa 69:31 - (LXX 68:32)καὶ ἀρέσει τῷ θεῷ ὑπὲρ G5228 μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς
Unchecked Copy BoxPsa 72:16 - (LXX 71:16)ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ᾽ ἄκρων τῶν ὀρέων ὑπεραρθήσεται ὑπὲρ G5228 τὸν Λίβανον καρπὸς αὐτοῦ καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς
Unchecked Copy BoxPsa 77:1 - (LXX 76:1)εἰς τὸ τέλος ὑπὲρ G5228 Ιδιθουν τῷ Ασαφ ψαλμός (76:2)φωνῇ μου πρὸς κύριον ἐκέκραξα φωνῇ μου πρὸς τὸν θεόν καὶ προσέσχεν μοι
Unchecked Copy BoxPsa 80:1 - (LXX 79:1)εἰς τὸ τέλος ὑπὲρ G5228 τῶν ἀλλοιωθησομένων μαρτύριον τῷ Ασαφ ψαλμὸς ὑπὲρ G5228 τοῦ Ἀσσυρίου (79:2) ποιμαίνων τὸν Ισραηλ πρόσχες ὁδηγῶν ὡσεὶ πρόβατα τὸν Ιωσηφ καθήμενος ἐπὶ τῶν χερουβιν ἐμφάνηθι
Unchecked Copy BoxPsa 81:1 - (LXX 80:1)εἰς τὸ τέλος ὑπὲρ G5228 τῶν ληνῶν τῷ Ασαφ ψαλμός (80:2)ἀγαλλιᾶσθε τῷ θεῷ τῷ βοηθῷ ἡμῶν ἀλαλάξατε τῷ θεῷ Ιακωβ
Unchecked Copy BoxPsa 84:1 - (LXX 83:1)εἰς τὸ τέλος ὑπὲρ G5228 τῶν ληνῶν τοῖς υἱοῖς Κορε ψαλμός (83:2)ὡς ἀγαπητὰ τὰ σκηνώματά σου κύριε τῶν δυνάμεων
Unchecked Copy BoxPsa 84:10 - (LXX 83:11)ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ G5228 χιλιάδας ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μᾶλλον οἰκεῖν ἐν σκηνώμασιν ἁμαρτωλῶν
Unchecked Copy BoxPsa 87:2 - (LXX 86:2)ἀγαπᾷ κύριος τὰς πύλας Σιων ὑπὲρ G5228 πάντα τὰ σκηνώματα Ιακωβ
Unchecked Copy BoxPsa 88:1 - (LXX 87:1)ᾠδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορε εἰς τὸ τέλος ὑπὲρ G5228 μαελεθ τοῦ ἀποκριθῆναι συνέσεως Αιμαν τῷ Ισραηλίτῃ (87:2)κύριε θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου
Unchecked Copy BoxPsa 97:9 - (LXX 96:9)ὅτι σὺ εἶ κύριος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν σφόδρα ὑπερυψώθης ὑπὲρ G5228 πάντας τοὺς θεούς
Unchecked Copy BoxPsa 105:14 - (LXX 104:14)οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτοὺς καὶ ἤλεγξεν ὑπὲρ G5228 αὐτῶν βασιλεῖς
Unchecked Copy BoxPsa 105:24 - (LXX 104:24)καὶ ηὔξησεν τὸν λαὸν αὐτοῦ σφόδρα καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ G5228 τοὺς ἐχθροὺς αὐτοῦ
Unchecked Copy BoxPsa 119:72 - (LXX 118:72)ἀγαθόν μοι νόμος τοῦ στόματός σου ὑπὲρ G5228 χιλιάδας χρυσίου καὶ ἀργυρίου
Unchecked Copy BoxPsa 119:98 - (LXX 118:98)ὑπὲρ G5228 τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου ὅτι εἰς τὸν αἰῶνά μοί ἐστιν
Unchecked Copy BoxPsa 119:99 - (LXX 118:99)ὑπὲρ G5228 πάντας τοὺς διδάσκοντάς με συνῆκα ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν
Unchecked Copy BoxPsa 119:100 - (LXX 118:100)ὑπὲρ G5228 πρεσβυτέρους συνῆκα ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα
Unchecked Copy BoxPsa 119:103 - (LXX 118:103)ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου ὑπὲρ G5228 μέλι καὶ κηρίον τῷ στόματί μου
Unchecked Copy BoxPsa 119:127 - (LXX 118:127)διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ G5228 χρυσίον καὶ τοπάζιον
Unchecked Copy BoxPsa 131:1 - (LXX 130:1)ᾠδὴ τῶν ἀναβαθμῶν τῷ Δαυιδ κύριε οὐχ ὑψώθη μου καρδία οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου οὐδὲ ἐπορεύθην ἐν μεγάλοις οὐδὲ ἐν θαυμασίοις ὑπὲρ G5228 ἐμέ
Unchecked Copy BoxPsa 138:8 - (LXX 137:8)κύριος ἀνταποδώσει ὑπὲρ G5228 ἐμοῦ κύριε τὸ ἔλεός σου εἰς τὸν αἰῶνα τὰ ἔργα τῶν χειρῶν σου μὴ παρῇς
Unchecked Copy BoxPsa 139:18 - (LXX 138:18)ἐξαριθμήσομαι αὐτούς καὶ ὑπὲρ G5228 ἄμμον πληθυνθήσονται ἐξηγέρθην καὶ ἔτι εἰμὶ μετὰ σοῦ
Unchecked Copy BoxPsa 142:6 - (LXX 141:7)πρόσχες πρὸς τὴν δέησίν μου ὅτι ἐταπεινώθην σφόδρα ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με ὅτι ἐκραταιώθησαν ὑπὲρ G5228 ἐμέ
Unchecked Copy BoxPro 8:10 - λάβετε παιδείαν καὶ μὴ ἀργύριον καὶ γνῶσιν ὑπὲρ G5228 χρυσίον δεδοκιμασμένον ἀνθαιρεῖσθε δὲ αἴσθησιν χρυσίου καθαροῦ
Unchecked Copy BoxPro 8:19 - βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ G5228 χρυσίον καὶ λίθον τίμιον τὰ δὲ ἐμὰ γενήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ
Unchecked Copy BoxPro 16:16 - νοσσιαὶ σοφίας αἱρετώτεραι χρυσίου νοσσιαὶ δὲ φρονήσεως αἱρετώτεραι ὑπὲρ G5228 ἀργύριον
Unchecked Copy BoxPro 22:1 - αἱρετώτερον ὄνομα καλὸν πλοῦτος πολύς ὑπὲρ G5228 δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή
Unchecked Copy BoxEcc 2:7 - ἐκτησάμην δούλους καὶ παιδίσκας καὶ οἰκογενεῖς ἐγένοντό μοι καί γε κτῆσις βουκολίου καὶ ποιμνίου πολλὴ ἐγένετό μοι ὑπὲρ G5228 πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ιερουσαλημ
Unchecked Copy BoxEcc 2:13 - καὶ εἶδον ἐγὼ ὅτι ἔστιν περισσεία τῇ σοφίᾳ ὑπὲρ G5228 τὴν ἀφροσύνην ὡς περισσεία τοῦ φωτὸς ὑπὲρ G5228 τὸ σκότος
Unchecked Copy BoxEcc 4:2 - καὶ ἐπῄνεσα ἐγὼ σὺν τοὺς τεθνηκότας τοὺς ἤδη ἀποθανόντας ὑπὲρ G5228 τοὺς ζῶντας ὅσοι αὐτοὶ ζῶσιν ἕως τοῦ νῦν
Unchecked Copy BoxEcc 4:3 - καὶ ἀγαθὸς ὑπὲρ G5228 τοὺς δύο τούτους ὅστις οὔπω ἐγένετο ὃς οὐκ εἶδεν σὺν τὸ ποίημα τὸ πονηρὸν τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον
Unchecked Copy BoxEcc 4:6 - ἀγαθὸν πλήρωμα δρακὸς ἀναπαύσεως ὑπὲρ G5228 πλήρωμα δύο δρακῶν μόχθου καὶ προαιρέσεως πνεύματος
Unchecked Copy BoxEcc 4:9 - ἀγαθοὶ οἱ δύο ὑπὲρ G5228 τὸν ἕνα οἷς ἔστιν αὐτοῖς μισθὸς ἀγαθὸς ἐν μόχθῳ αὐτῶν
Unchecked Copy BoxEcc 4:13 - ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ G5228 βασιλέα πρεσβύτερον καὶ ἄφρονα ὃς οὐκ ἔγνω τοῦ προσέχειν ἔτι
Unchecked Copy BoxEcc 5:1 - (LXX 4:17)φύλαξον πόδα σου ἐν ἐὰν πορεύῃ εἰς οἶκον τοῦ θεοῦ καὶ ἐγγὺς τοῦ ἀκούειν ὑπὲρ G5228 δόμα τῶν ἀφρόνων θυσία σου ὅτι οὔκ εἰσιν εἰδότες τοῦ ποιῆσαι κακόν
Unchecked Copy BoxEcc 6:3 - ἐὰν γεννήσῃ ἀνὴρ ἑκατὸν καὶ ἔτη πολλὰ ζήσεται καὶ πλῆθος τι ἔσονται ἡμέραι ἐτῶν αὐτοῦ καὶ ψυχὴ αὐτοῦ οὐκ ἐμπλησθήσεται ἀπὸ τῆς ἀγαθωσύνης καί γε ταφὴ οὐκ ἐγένετο αὐτῷ εἶπα ἀγαθὸν ὑπὲρ G5228 αὐτὸν τὸ ἔκτρωμα
Unchecked Copy BoxEcc 6:5 - καί γε ἥλιον οὐκ εἶδεν καὶ οὐκ ἔγνω ἀνάπαυσις τούτῳ ὑπὲρ G5228 τοῦτον
Unchecked Copy BoxEcc 6:8 - ὅτι τίς περισσεία τῷ σοφῷ ὑπὲρ G5228 τὸν ἄφρονα διότι πένης οἶδεν πορευθῆναι κατέναντι τῆς ζωῆς
Unchecked Copy BoxEcc 6:9 - ἀγαθὸν ὅραμα ὀφθαλμῶν ὑπὲρ G5228 πορευόμενον ψυχῇ καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος
Unchecked Copy BoxEcc 6:10 - εἴ τι ἐγένετο ἤδη κέκληται ὄνομα αὐτοῦ καὶ ἐγνώσθη ἐστιν ἄνθρωπος καὶ οὐ δυνήσεται τοῦ κριθῆναι μετὰ τοῦ ἰσχυροῦ ὑπὲρ G5228 αὐτόν
Unchecked Copy BoxEcc 7:1 - ἀγαθὸν ὄνομα ὑπὲρ G5228 ἔλαιον ἀγαθὸν καὶ ἡμέρα τοῦ θανάτου ὑπὲρ G5228 ἡμέραν γενέσεως αὐτοῦ
Unchecked Copy BoxEcc 7:3 - ἀγαθὸν θυμὸς ὑπὲρ G5228 γέλωτα ὅτι ἐν κακίᾳ προσώπου ἀγαθυνθήσεται καρδία
Unchecked Copy BoxEcc 7:5 - ἀγαθὸν τὸ ἀκοῦσαι ἐπιτίμησιν σοφοῦ ὑπὲρ G5228 ἄνδρα ἀκούοντα ᾆσμα ἀφρόνων
Unchecked Copy BoxEcc 7:8 - ἀγαθὴ ἐσχάτη λόγων ὑπὲρ G5228 ἀρχὴν αὐτοῦ ἀγαθὸν μακρόθυμος ὑπὲρ G5228 ὑψηλὸν πνεύματι
Unchecked Copy BoxEcc 7:10 - μὴ εἴπῃς τί ἐγένετο ὅτι αἱ ἡμέραι αἱ πρότεραι ἦσαν ἀγαθαὶ ὑπὲρ G5228 ταύτας ὅτι οὐκ ἐν σοφίᾳ ἐπηρώτησας περὶ τούτου
Unchecked Copy BoxEcc 7:19 - σοφία βοηθήσει τῷ σοφῷ ὑπὲρ G5228 δέκα ἐξουσιάζοντας τοὺς ὄντας ἐν τῇ πόλει
Unchecked Copy BoxEcc 7:24 - καὶ αὐτὴ ἐμακρύνθη ἀπ᾽ ἐμοῦ μακρὰν ὑπὲρ G5228 ἦν καὶ βαθὺ βάθος τίς εὑρήσει αὐτό
Unchecked Copy BoxEcc 7:26 - καὶ εὑρίσκω ἐγὼ πικρότερον ὑπὲρ G5228 θάνατον σὺν τὴν γυναῖκα ἥτις ἐστὶν θηρεύματα καὶ σαγῆναι καρδία αὐτῆς δεσμοὶ χεῖρες αὐτῆς ἀγαθὸς πρὸ προσώπου τοῦ θεοῦ ἐξαιρεθήσεται ἀπ᾽ αὐτῆς καὶ ἁμαρτάνων συλλημφθήσεται ἐν αὐτῇ
Unchecked Copy BoxEcc 9:4 - ὅτι τίς ὃς κοινωνεῖ πρὸς πάντας τοὺς ζῶντας ἔστιν ἐλπίς ὅτι κύων ζῶν αὐτὸς ἀγαθὸς ὑπὲρ G5228 τὸν λέοντα τὸν νεκρόν
Unchecked Copy BoxEcc 9:16 - καὶ εἶπα ἐγώ ἀγαθὴ σοφία ὑπὲρ G5228 δύναμιν καὶ σοφία τοῦ πένητος ἐξουδενωμένη καὶ λόγοι αὐτοῦ οὔκ εἰσιν ἀκουόμενοι
Unchecked Copy BoxEcc 9:17 - λόγοι σοφῶν ἐν ἀναπαύσει ἀκούονται ὑπὲρ G5228 κραυγὴν ἐξουσιαζόντων ἐν ἀφροσύναις
Unchecked Copy BoxEcc 9:18 - ἀγαθὴ σοφία ὑπὲρ G5228 σκεύη πολέμου καὶ ἁμαρτάνων εἷς ἀπολέσει ἀγαθωσύνην πολλήν
Unchecked Copy BoxEcc 10:1 - μυῖαι θανατοῦσαι σαπριοῦσιν σκευασίαν ἐλαίου ἡδύσματος τίμιον ὀλίγον σοφίας ὑπὲρ G5228 δόξαν ἀφροσύνης μεγάλης
Unchecked Copy BoxSng 1:2 - φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ G5228 οἶνον
Unchecked Copy BoxSng 1:3 - καὶ ὀσμὴ μύρων σου ὑπὲρ G5228 πάντα τὰ ἀρώματα μύρον ἐκκενωθὲν ὄνομά σου διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε
Unchecked Copy BoxSng 1:4 - εἵλκυσάν σε ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν εἰσήνεγκέν με βασιλεὺς εἰς τὸ ταμίειον αὐτοῦ ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί ἀγαπήσομεν μαστούς σου ὑπὲρ G5228 οἶνον εὐθύτης ἠγάπησέν σε
Unchecked Copy BoxSng 4:10 - τί ἐκαλλιώθησαν μαστοί σου ἀδελφή μου νύμφη τί ἐκαλλιώθησαν μαστοί σου ἀπὸ οἴνου καὶ ὀσμὴ ἱματίων σου ὑπὲρ G5228 πάντα τὰ ἀρώματα
Unchecked Copy BoxIsa 31:5 - ὡς ὄρνεα πετόμενα οὕτως ὑπερασπιεῖ κύριος ὑπὲρ G5228 Ιερουσαλημ καὶ ἐξελεῖται καὶ περιποιήσεται καὶ σώσει
Unchecked Copy BoxIsa 35:10 - καὶ συνηγμένοι διὰ κύριον ἀποστραφήσονται καὶ ἥξουσιν εἰς Σιων μετ᾽ εὐφροσύνης καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ G5228 κεφαλῆς αὐτῶν ἐπὶ γὰρ κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα καὶ εὐφροσύνη καταλήμψεται αὐτούς ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός
Unchecked Copy BoxIsa 37:35 - ὑπερασπιῶ ὑπὲρ G5228 τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν δι᾽ ἐμὲ καὶ διὰ Δαυιδ τὸν παῖδά μου
Unchecked Copy BoxIsa 38:6 - καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων σώσω σε καὶ ὑπὲρ G5228 τῆς πόλεως ταύτης ὑπερασπιῶ
Unchecked Copy BoxIsa 43:3 - ὅτι ἐγὼ κύριος θεός σου ἅγιος Ισραηλ σῴζων σε ἐποίησά σου ἄλλαγμα Αἴγυπτον καὶ Αἰθιοπίαν καὶ Σοήνην ὑπὲρ G5228 σοῦ
Unchecked Copy BoxIsa 43:4 - ἀφ᾽ οὗ ἔντιμος ἐγένου ἐναντίον μου ἐδοξάσθης κἀγώ σε ἠγάπησα καὶ δώσω ἀνθρώπους πολλοὺς ὑπὲρ G5228 σοῦ καὶ ἄρχοντας ὑπὲρ G5228 τῆς κεφαλῆς σου
Unchecked Copy BoxIsa 57:9 - καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ᾽ αὐτῶν καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ καὶ ἀπέστειλας πρέσβεις ὑπὲρ G5228 τὰ ὅριά σου καὶ ἀπέστρεψας καὶ ἐταπεινώθης ἕως ᾅδου
Unchecked Copy BoxIsa 61:7 - οὕτως ἐκ δευτέρας κληρονομήσουσιν τὴν γῆν καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ G5228 κεφαλῆς αὐτῶν
Unchecked Copy BoxJer 5:3 - κύριε οἱ ὀφθαλμοί σου εἰς πίστιν ἐμαστίγωσας αὐτούς καὶ οὐκ ἐπόνεσαν συνετέλεσας αὐτούς καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν ἐστερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπὲρ G5228 πέτραν καὶ οὐκ ἠθέλησαν ἐπιστραφῆναι
Unchecked Copy BoxJer 6:1 - ἐνισχύσατε υἱοὶ Βενιαμιν ἐκ μέσου τῆς Ιερουσαλημ καὶ ἐν Θεκουε σημάνατε σάλπιγγι καὶ ὑπὲρ G5228 Βαιθαχαρμα ἄρατε σημεῖον ὅτι κακὰ ἐκκέκυφεν ἀπὸ βορρᾶ καὶ συντριβὴ μεγάλη γίνεται
Unchecked Copy BoxJer 7:26 - καὶ οὐκ ἤκουσάν μου καὶ οὐ προσέσχεν τὸ οὖς αὐτῶν καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπὲρ G5228 τοὺς πατέρας αὐτῶν
Unchecked Copy BoxJer 15:8 - ἐπληθύνθησαν χῆραι αὐτῶν ὑπὲρ G5228 τὴν ἄμμον τῆς θαλάσσης ἐπήγαγον ἐπὶ μητέρα νεανίσκου ταλαιπωρίαν ἐν μεσημβρίᾳ ἐπέρριψα ἐπ᾽ αὐτὴν ἐξαίφνης τρόμον καὶ σπουδήν
Unchecked Copy BoxJer 16:12 - καὶ ὑμεῖς ἐπονηρεύσασθε ὑπὲρ G5228 τοὺς πατέρας ὑμῶν καὶ ἰδοὺ ὑμεῖς πορεύεσθε ἕκαστος ὀπίσω τῶν ἀρεστῶν τῆς καρδίας ὑμῶν τῆς πονηρᾶς τοῦ μὴ ὑπακούειν μου
Unchecked Copy BoxJer 17:23 - καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπὲρ G5228 τοὺς πατέρας αὐτῶν τοῦ μὴ ἀκοῦσαί μου καὶ τοῦ μὴ δέξασθαι παιδείαν
Unchecked Copy BoxJer 18:20 - εἰ ἀνταποδίδοται ἀντὶ ἀγαθῶν κακά ὅτι συνελάλησαν ῥήματα κατὰ τῆς ψυχῆς μου καὶ τὴν κόλασιν αὐτῶν ἔκρυψάν μοι μνήσθητι ἑστηκότος μου κατὰ πρόσωπόν σου τοῦ λαλῆσαι ὑπὲρ G5228 αὐτῶν ἀγαθὰ τοῦ ἀποστρέψαι τὸν θυμόν σου ἀπ᾽ αὐτῶν
Unchecked Copy BoxJer 19:8 - καὶ τάξω τὴν πόλιν ταύτην εἰς ἀφανισμὸν καὶ εἰς συριγμόν πᾶς παραπορευόμενος ἐπ᾽ αὐτῆς σκυθρωπάσει καὶ συριεῖ ὑπὲρ G5228 πάσης τῆς πληγῆς αὐτῆς
Unchecked Copy BoxJer 46:23 - (LXX 26:23)ἐκκόψουσιν τὸν δρυμὸν αὐτῆς λέγει κύριος θεός ὅτι οὐ μὴ εἰκασθῇ ὅτι πληθύνει ὑπὲρ G5228 ἀκρίδα καὶ οὐκ ἔστιν αὐτοῖς ἀριθμός
Unchecked Copy BoxLam 4:6 - καὶ ἐμεγαλύνθη ἀνομία θυγατρὸς λαοῦ μου ὑπὲρ G5228 ἀνομίας Σοδομων τῆς κατεστραμμένης ὥσπερ σπουδῇ καὶ οὐκ ἐπόνεσαν ἐν αὐτῇ χεῖρας
Unchecked Copy BoxLam 4:7 - ἐκαθαριώθησαν ναζιραῖοι αὐτῆς ὑπὲρ G5228 χιόνα ἔλαμψαν ὑπὲρ G5228 γάλα ἐπυρρώθησαν ὑπὲρ G5228 λίθους σαπφείρου τὸ ἀπόσπασμα αὐτῶν
Unchecked Copy BoxLam 4:8 - ἐσκότασεν ὑπὲρ G5228 ἀσβόλην τὸ εἶδος αὐτῶν οὐκ ἐπεγνώσθησαν ἐν ταῖς ἐξόδοις ἐπάγη δέρμα αὐτῶν ἐπὶ τὰ ὀστέα αὐτῶν ἐξηράνθησαν ἐγενήθησαν ὥσπερ ξύλον
Unchecked Copy BoxLam 4:19 - κοῦφοι ἐγένοντο οἱ διώκοντες ἡμᾶς ὑπὲρ G5228 ἀετοὺς οὐρανοῦ ἐπὶ τῶν ὀρέων ἐξήφθησαν ἐν ἐρήμῳ ἐνήδρευσαν ἡμᾶς
Unchecked Copy BoxEze 1:22 - καὶ ὁμοίωμα ὑπὲρ G5228 κεφαλῆς αὐτοῖς τῶν ζῴων ὡσεὶ στερέωμα ὡς ὅρασις κρυστάλλου ἐκτεταμένον ἐπὶ τῶν πτερύγων αὐτῶν ἐπάνωθεν
Unchecked Copy BoxEze 1:25 - καὶ ἰδοὺ φωνὴ ὑπεράνωθεν τοῦ στερεώματος τοῦ ὄντος ὑπὲρ G5228 κεφαλῆς αὐτῶν
Unchecked Copy BoxEze 5:1 - καὶ σύ υἱὲ ἀνθρώπου λαβὲ σεαυτῷ ῥομφαίαν ὀξεῖαν ὑπὲρ G5228 ξυρὸν κουρέως κτήσῃ αὐτὴν σεαυτῷ καὶ ἐπάξεις αὐτὴν ἐπὶ τὴν κεφαλήν σου καὶ ἐπὶ τὸν πώγωνά σου καὶ λήμψῃ ζυγὸν σταθμίων καὶ διαστήσεις αὐτούς
Unchecked Copy BoxEze 10:1 - καὶ εἶδον καὶ ἰδοὺ ἐπάνω τοῦ στερεώματος τοῦ ὑπὲρ G5228 κεφαλῆς τῶν χερουβιν ὡς λίθος σαπφείρου ὁμοίωμα θρόνου ἐπ᾽ αὐτῶν
Unchecked Copy BoxEze 16:51 - καὶ Σαμάρεια κατὰ τὰς ἡμίσεις τῶν ἁμαρτιῶν σου οὐχ ἥμαρτεν καὶ ἐπλήθυνας τὰς ἀνομίας σου ὑπὲρ G5228 αὐτὰς καὶ ἐδικαίωσας τὰς ἀδελφάς σου ἐν πάσαις ταῖς ἀνομίαις σου αἷς ἐποίησας
Unchecked Copy BoxEze 16:52 - καὶ σὺ κόμισαι βάσανόν σου ἐν ἔφθειρας τὰς ἀδελφάς σου ἐν ταῖς ἁμαρτίαις σου αἷς ἠνόμησας ὑπὲρ G5228 αὐτὰς καὶ ἐδικαίωσας αὐτὰς ὑπὲρ G5228 σεαυτήν καὶ σὺ αἰσχύνθητι καὶ λαβὲ τὴν ἀτιμίαν σου ἐν τῷ δικαιῶσαί σε τὰς ἀδελφάς σου
Unchecked Copy BoxEze 23:11 - καὶ εἶδεν ἀδελφὴ αὐτῆς Οολιβα καὶ διέφθειρε τὴν ἐπίθεσιν αὐτῆς ὑπὲρ G5228 αὐτὴν καὶ τὴν πορνείαν αὐτῆς ὑπὲρ G5228 τὴν πορνείαν τῆς ἀδελφῆς αὐτῆς
Unchecked Copy BoxEze 24:21 - εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ισραηλ τάδε λέγει κύριος ἰδοὺ ἐγὼ βεβηλῶ τὰ ἅγιά μου φρύαγμα ἰσχύος ὑμῶν ἐπιθυμήματα ὀφθαλμῶν ὑμῶν καὶ ὑπὲρ G5228 ὧν φείδονται αἱ ψυχαὶ ὑμῶν καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν οὓς ἐγκατελίπετε ἐν ῥομφαίᾳ πεσοῦνται
Unchecked Copy BoxEze 40:39 - τῆς δευτέρας ἔκρυσις ὅπως σφάζωσιν ἐν αὐτῇ τὰ ὑπὲρ G5228 ἁμαρτίας καὶ ὑπὲρ G5228 ἀγνοίας
Unchecked Copy BoxEze 43:22 - καὶ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ λήμψονται ἐρίφους δύο αἰγῶν ἀμώμους ὑπὲρ G5228 ἁμαρτίας καὶ ἐξιλάσονται τὸ θυσιαστήριον καθότι ἐξιλάσαντο ἐν τῷ μόσχῳ
Unchecked Copy BoxEze 43:25 - ἑπτὰ ἡμέρας ποιήσεις ἔριφον ὑπὲρ G5228 ἁμαρτίας καθ᾽ ἡμέραν καὶ μόσχον ἐκ βοῶν καὶ κριὸν ἐκ προβάτων ἄμωμα ποιήσουσιν
Unchecked Copy BoxEze 44:29 - καὶ τὰς θυσίας καὶ τὰ ὑπὲρ G5228 ἁμαρτίας καὶ τὰ ὑπὲρ G5228 ἀγνοίας οὗτοι φάγονται καὶ πᾶν ἀφόρισμα ἐν τῷ Ισραηλ αὐτοῖς ἔσται
Unchecked Copy BoxEze 45:17 - καὶ διὰ τοῦ ἀφηγουμένου ἔσται τὰ ὁλοκαυτώματα καὶ αἱ θυσίαι καὶ αἱ σπονδαὶ ἔσονται ἐν ταῖς ἑορταῖς καὶ ἐν ταῖς νουμηνίαις καὶ ἐν τοῖς σαββάτοις καὶ ἐν πάσαις ταῖς ἑορταῖς οἴκου Ισραηλ αὐτὸς ποιήσει τὰ ὑπὲρ G5228 ἁμαρτίας καὶ τὴν θυσίαν καὶ τὰ ὁλοκαυτώματα καὶ τὰ τοῦ σωτηρίου τοῦ ἐξιλάσκεσθαι ὑπὲρ G5228 τοῦ οἴκου Ισραηλ
Unchecked Copy BoxEze 45:22 - καὶ ποιήσει ἀφηγούμενος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὑπὲρ G5228 αὑτοῦ καὶ τοῦ οἴκου καὶ ὑπὲρ G5228 παντὸς τοῦ λαοῦ τῆς γῆς μόσχον ὑπὲρ G5228 ἁμαρτίας
Unchecked Copy BoxEze 45:23 - καὶ τὰς ἑπτὰ ἡμέρας τῆς ἑορτῆς ποιήσει ὁλοκαυτώματα τῷ κυρίῳ ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς ἀμώμους καθ᾽ ἡμέραν τὰς ἑπτὰ ἡμέρας καὶ ὑπὲρ G5228 ἁμαρτίας ἔριφον αἰγῶν καθ᾽ ἡμέραν
Unchecked Copy BoxEze 45:25 - καὶ ἐν τῷ ἑβδόμῳ μηνὶ πεντεκαιδεκάτῃ τοῦ μηνὸς ἐν τῇ ἑορτῇ ποιήσεις κατὰ τὰ αὐτὰ ἑπτὰ ἡμέρας καθὼς τὰ ὑπὲρ G5228 τῆς ἁμαρτίας καὶ καθὼς τὰ ὁλοκαυτώματα καὶ καθὼς τὸ μαναα καὶ καθὼς τὸ ἔλαιον
Unchecked Copy BoxEze 46:20 - καὶ εἶπεν πρός με οὗτος τόπος ἐστίν οὗ ἑψήσουσιν ἐκεῖ οἱ ἱερεῖς τὰ ὑπὲρ G5228 ἀγνοίας καὶ τὰ ὑπὲρ G5228 ἁμαρτίας καὶ ἐκεῖ πέψουσι τὸ μαναα τὸ παράπαν τοῦ μὴ ἐκφέρειν εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν τοῦ ἁγιάζειν τὸν λαόν
Unchecked Copy BoxDan 1:15 - καὶ μετὰ τὸ τέλος τῶν δέκα ἡμερῶν ὡράθησαν αἱ ἰδέαι αὐτῶν ἀγαθαὶ καὶ ἰσχυραὶ ταῖς σαρξὶν ὑπὲρ G5228 τὰ παιδάρια τὰ ἐσθίοντα τὴν τράπεζαν τοῦ βασιλέως
Unchecked Copy BoxDan 2:18 - καὶ οἰκτιρμοὺς ἐζήτουν παρὰ τοῦ θεοῦ τοῦ οὐρανοῦ ὑπὲρ G5228 τοῦ μυστηρίου τούτου ὅπως ἂν μὴ ἀπόλωνται Δανιηλ καὶ οἱ φίλοι αὐτοῦ μετὰ τῶν ἐπιλοίπων σοφῶν Βαβυλῶνος
Unchecked Copy BoxDan 6:3 - (LXX 6:4)καὶ ἦν Δανιηλ ὑπὲρ G5228 αὐτούς ὅτι πνεῦμα περισσὸν ἐν αὐτῷ καὶ βασιλεὺς κατέστησεν αὐτὸν ἐφ᾽ ὅλης τῆς βασιλείας αὐτοῦ
Unchecked Copy BoxDan 11:8 - καί γε τοὺς θεοὺς αὐτῶν μετὰ τῶν χωνευτῶν αὐτῶν πᾶν σκεῦος ἐπιθυμητὸν αὐτῶν ἀργυρίου καὶ χρυσίου μετὰ αἰχμαλωσίας οἴσει εἰς Αἴγυπτον καὶ αὐτὸς στήσεται ὑπὲρ G5228 βασιλέα τοῦ βορρᾶ
Unchecked Copy BoxDan 11:13 - καὶ ἐπιστρέψει βασιλεὺς τοῦ βορρᾶ καὶ ἄξει ὄχλον πολὺν ὑπὲρ G5228 τὸν πρότερον καὶ εἰς τὸ τέλος τῶν καιρῶν ἐνιαυτῶν ἐπελεύσεται εἰσόδια ἐν δυνάμει μεγάλῃ καὶ ἐν ὑπάρξει πολλῇ
Unchecked Copy BoxJoe 1:3 - ὑπὲρ G5228 αὐτῶν τοῖς τέκνοις ὑμῶν διηγήσασθε καὶ τὰ τέκνα ὑμῶν τοῖς τέκνοις αὐτῶν καὶ τὰ τέκνα αὐτῶν εἰς γενεὰν ἑτέραν
Unchecked Copy BoxJoe 1:8 - θρήνησον πρός με ὑπὲρ G5228 νύμφην περιεζωσμένην σάκκον ἐπὶ τὸν ἄνδρα αὐτῆς τὸν παρθενικόν
Unchecked Copy BoxJoe 1:11 - ἐξηράνθησαν οἱ γεωργοί θρηνεῖτε κτήματα ὑπὲρ G5228 πυροῦ καὶ κριθῆς ὅτι ἀπόλωλεν τρυγητὸς ἐξ ἀγροῦ
Unchecked Copy BoxJoe 3:2 - (LXX 4:2)καὶ συνάξω πάντα τὰ ἔθνη καὶ κατάξω αὐτὰ εἰς τὴν κοιλάδα Ιωσαφατ καὶ διακριθήσομαι πρὸς αὐτοὺς ἐκεῖ ὑπὲρ G5228 τοῦ λαοῦ μου καὶ τῆς κληρονομίας μου Ισραηλ οἳ διεσπάρησαν ἐν τοῖς ἔθνεσιν καὶ τὴν γῆν μου καταδιείλαντο
Unchecked Copy BoxAmo 1:1 - (LXX 1:1)λόγοι Αμως οἳ ἐγένοντο ἐν νακκαριμ ἐκ Θεκουε οὓς εἶδεν ὑπὲρ G5228 Ιερουσαλημ ἐν ἡμέραις Οζιου βασιλέως Ιουδα καὶ ἐν ἡμέραις Ιεροβοαμ τοῦ Ιωας βασιλέως Ισραηλ πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ
Unchecked Copy BoxJon 4:6 - (LXX 4:6)καὶ προσέταξεν κύριος θεὸς κολοκύνθῃ καὶ ἀνέβη ὑπὲρ G5228 κεφαλῆς τοῦ Ιωνα τοῦ εἶναι σκιὰν ὑπεράνω τῆς κεφαλῆς αὐτοῦ τοῦ σκιάζειν αὐτῷ ἀπὸ τῶν κακῶν αὐτοῦ καὶ ἐχάρη Ιωνας ἐπὶ τῇ κολοκύνθῃ χαρὰν μεγάλην
Unchecked Copy BoxJon 4:10 - (LXX 4:10)καὶ εἶπεν κύριος σὺ ἐφείσω ὑπὲρ G5228 τῆς κολοκύνθης ὑπὲρ G5228 ἧς οὐκ ἐκακοπάθησας ἐπ᾽ αὐτὴν καὶ οὐκ ἐξέθρεψας αὐτήν ἐγενήθη ὑπὸ νύκτα καὶ ὑπὸ νύκτα ἀπώλετο
Unchecked Copy BoxJon 4:11 - (LXX 4:11)ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ G5228 Νινευη τῆς πόλεως τῆς μεγάλης ἐν κατοικοῦσιν πλείους δώδεκα μυριάδες ἀνθρώπων οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν ἀριστερὰν αὐτῶν καὶ κτήνη πολλά
Unchecked Copy BoxMic 1:1 - (LXX 1:1)καὶ ἐγένετο λόγος κυρίου πρὸς Μιχαιαν τὸν τοῦ Μωρασθι ἐν ἡμέραις Ιωαθαμ καὶ Αχαζ καὶ Εζεκιου βασιλέων Ιουδα ὑπὲρ G5228 ὧν εἶδεν περὶ Σαμαρείας καὶ περὶ Ιερουσαλημ
Unchecked Copy BoxMic 6:7 - (LXX 6:7)εἰ προσδέξεται κύριος ἐν χιλιάσιν κριῶν ἢ ἐν μυριάσιν χειμάρρων πιόνων εἰ δῶ πρωτότοκά μου ἀσεβείας καρπὸν κοιλίας μου ὑπὲρ G5228 ἁμαρτίας ψυχῆς μου
Unchecked Copy BoxNah 1:14 - (LXX 1:14)καὶ ἐντελεῖται ὑπὲρ G5228 σοῦ κύριος οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι ἐξ οἴκου θεοῦ σου ἐξολεθρεύσω τὰ γλυπτὰ καὶ χωνευτά θήσομαι ταφήν σου ὅτι ταχεῖς
Unchecked Copy BoxNah 2:9 - (LXX 2:10)διήρπαζον τὸ ἀργύριον διήρπαζον τὸ χρυσίον καὶ οὐκ ἦν πέρας τοῦ κόσμου αὐτῆς βεβάρυνται ὑπὲρ G5228 πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτῆς
Unchecked Copy BoxNah 3:14 - (LXX 3:14)ὕδωρ περιοχῆς ἐπίσπασαι σεαυτῇ καὶ κατακράτησον τῶν ὀχυρωμάτων σου ἔμβηθι εἰς πηλὸν καὶ συμπατήθητι ἐν ἀχύροις κατακράτησον ὑπὲρ G5228 πλίνθον
Unchecked Copy BoxNah 3:16 - (LXX 3:16)ἐπλήθυνας τὰς ἐμπορίας σου ὑπὲρ G5228 τὰ ἄστρα τοῦ οὐρανοῦ βροῦχος ὥρμησεν καὶ ἐξεπετάσθη
Unchecked Copy BoxHab 1:8 - (LXX 1:8)καὶ ἐξαλοῦνται ὑπὲρ G5228 παρδάλεις οἱ ἵπποι αὐτοῦ καὶ ὀξύτεροι ὑπὲρ G5228 τοὺς λύκους τῆς Ἀραβίας καὶ ἐξιππάσονται οἱ ἱππεῖς αὐτοῦ καὶ ὁρμήσουσιν μακρόθεν καὶ πετασθήσονται ὡς ἀετὸς πρόθυμος εἰς τὸ φαγεῖν
Unchecked Copy BoxHag 2:9 - (LXX 2:9)διότι μεγάλη ἔσται δόξα τοῦ οἴκου τούτου ἐσχάτη ὑπὲρ G5228 τὴν πρώτην λέγει κύριος παντοκράτωρ καὶ ἐν τῷ τόπῳ τούτῳ δώσω εἰρήνην λέγει κύριος παντοκράτωρ καὶ εἰρήνην ψυχῆς εἰς περιποίησιν παντὶ τῷ κτίζοντι τοῦ ἀναστῆσαι τὸν ναὸν τοῦτον
Unchecked Copy BoxZec 11:13 - (LXX 11:13)καὶ εἶπεν κύριος πρός με κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον καὶ σκέψαι εἰ δόκιμόν ἐστιν ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ G5228 αὐτῶν καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου εἰς τὸ χωνευτήριον
Unchecked Copy BoxZec 12:8 - (LXX 12:8)καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπερασπιεῖ κύριος ὑπὲρ G5228 τῶν κατοικούντων Ιερουσαλημ καὶ ἔσται ἀσθενῶν ἐν αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὡς οἶκος Δαυιδ δὲ οἶκος Δαυιδ ὡς οἶκος θεοῦ ὡς ἄγγελος κυρίου ἐνώπιον αὐτῶν
LXX Occurrences
291x in 1 unique form(s)
ὑπὲρ — 291x
BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan