LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Α΄ Παραλειπομένων (1 Chronicles) 11 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy Box1Ch 11:1 - καὶ ἦλθεν πᾶς Ισραηλ πρὸς Δαυιδ ἐν Χεβρων λέγοντες ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς
Unchecked Copy Box1Ch 11:2 - καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαουλ βασιλέως σὺ ἦσθα ἐξάγων καὶ εἰσάγων τὸν Ισραηλ καὶ εἶπεν κύριος θεός σού σοι σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ισραηλ καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ Ισραηλ
Unchecked Copy Box1Ch 11:3 - καὶ ἦλθον πάντες πρεσβύτεροι Ισραηλ πρὸς τὸν βασιλέα εἰς Χεβρων καὶ διέθετο αὐτοῖς βασιλεὺς Δαυιδ διαθήκην ἐν Χεβρων ἐναντίον κυρίου καὶ ἔχρισαν τὸν Δαυιδ εἰς βασιλέα ἐπὶ Ισραηλ κατὰ τὸν λόγον κυρίου διὰ χειρὸς Σαμουηλ
Unchecked Copy Box1Ch 11:4 - καὶ ἐπορεύθη βασιλεὺς καὶ ἄνδρες Ισραηλ εἰς Ιερουσαλημ αὕτη Ιεβους καὶ ἐκεῖ οἱ Ιεβουσαῖοι οἱ κατοικοῦντες τὴν γῆν
Unchecked Copy Box1Ch 11:5 - εἶπαν δὲ οἱ κατοικοῦντες Ιεβους τῷ Δαυιδ οὐκ εἰσελεύσῃ ὧδε καὶ προκατελάβετο τὴν περιοχὴν Σιων αὕτη πόλις Δαυιδ
Unchecked Copy Box1Ch 11:6 - καὶ εἶπεν Δαυιδ πᾶς τύπτων Ιεβουσαῖον ἐν πρώτοις καὶ ἔσται εἰς ἄρχοντα καὶ εἰς στρατηγόν καὶ ἀνέβη ἐπ᾽ αὐτὴν ἐν πρώτοις Ιωαβ υἱὸς Σαρουια καὶ ἐγένετο εἰς ἄρχοντα
Unchecked Copy Box1Ch 11:7 - καὶ ἐκάθισεν Δαυιδ ἐν τῇ περιοχῇ διὰ τοῦτο ἐκάλεσεν αὐτὴν πόλιν Δαυιδ
Unchecked Copy Box1Ch 11:8 - καὶ ᾠκοδόμησεν τὴν πόλιν κύκλῳ καὶ ἐπολέμησεν καὶ ἔλαβεν τὴν πόλιν
Unchecked Copy Box1Ch 11:9 - καὶ ἐπορεύετο Δαυιδ πορευόμενος καὶ μεγαλυνόμενος καὶ κύριος παντοκράτωρ μετ᾽ αὐτοῦ
Unchecked Copy Box1Ch 11:10 - καὶ οὗτοι οἱ ἄρχοντες τῶν δυνατῶν οἳ ἦσαν τῷ Δαυιδ οἱ κατισχύοντες μετ᾽ αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ μετὰ παντὸς Ισραηλ τοῦ βασιλεῦσαι αὐτὸν κατὰ τὸν λόγον κυρίου ἐπὶ Ισραηλ
Unchecked Copy Box1Ch 11:11 - καὶ οὗτος ἀριθμὸς τῶν δυνατῶν τοῦ Δαυιδ Ιεσεβααλ υἱὸς Αχαμανι πρῶτος τῶν τριάκοντα οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἅπαξ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί
Unchecked Copy Box1Ch 11:12 - καὶ μετ᾽ αὐτὸν Ελεαζαρ υἱὸς Δωδαι ὁ Αχωχι οὗτος ἦν ἐν τοῖς τρισὶν δυνατοῖς
Unchecked Copy Box1Ch 11:13 - οὗτος ἦν μετὰ Δαυιδ ἐν Φασοδομιν καὶ οἱ ἀλλόφυλοι συνήχθησαν ἐκεῖ εἰς πόλεμον καὶ ἦν μερὶς τοῦ ἀγροῦ πλήρης κριθῶν καὶ λαὸς ἔφυγεν ἀπὸ προσώπου ἀλλοφύλων
Unchecked Copy Box1Ch 11:14 - καὶ ἔστη ἐν μέσῳ τῆς μερίδος καὶ ἔσωσεν αὐτὴν καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην
Unchecked Copy Box1Ch 11:15 - καὶ κατέβησαν τρεῖς ἐκ τῶν τριάκοντα ἀρχόντων εἰς τὴν πέτραν πρὸς Δαυιδ εἰς τὸ σπήλαιον Οδολλαμ καὶ παρεμβολὴ τῶν ἀλλοφύλων παρεμβεβλήκει ἐν τῇ κοιλάδι τῶν γιγάντων
Unchecked Copy Box1Ch 11:16 - καὶ Δαυιδ τότε ἐν τῇ περιοχῇ καὶ τὸ σύστεμα τῶν ἀλλοφύλων τότε ἐν Βαιθλεεμ
Unchecked Copy Box1Ch 11:17 - καὶ ἐπεθύμησεν Δαυιδ καὶ εἶπεν τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου Βαιθλεεμ τοῦ ἐν τῇ πύλῃ
Unchecked Copy Box1Ch 11:18 - καὶ διέρρηξαν οἱ τρεῖς τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλεεμ ὃς ἦν ἐν τῇ πύλῃ καὶ ἔλαβον καὶ ἦλθον πρὸς Δαυιδ καὶ οὐκ ἠθέλησεν Δαυιδ τοῦ πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ κυρίῳ
Unchecked Copy Box1Ch 11:19 - καὶ εἶπεν ἵλεώς μοι θεὸς τοῦ ποιῆσαι τὸ ῥῆμα τοῦτο εἰ αἷμα ἀνδρῶν τούτων πίομαι ἐν ψυχαῖς αὐτῶν ὅτι ἐν ψυχαῖς αὐτῶν ἤνεγκαν αὐτό καὶ οὐκ ἐβούλετο πιεῖν αὐτό ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί
Unchecked Copy Box1Ch 11:20 - καὶ Αβεσσα ἀδελφὸς Ιωαβ οὗτος ἦν ἄρχων τῶν τριῶν οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί καὶ οὗτος ἦν ὀνομαστὸς ἐν τοῖς τρισίν
Unchecked Copy Box1Ch 11:21 - ἀπὸ τῶν τριῶν ὑπὲρ τοὺς δύο ἔνδοξος καὶ ἦν αὐτοῖς εἰς ἄρχοντα καὶ ἕως τῶν τριῶν οὐκ ἤρχετο
Unchecked Copy Box1Ch 11:22 - καὶ Βαναιας υἱὸς Ιωδαε υἱὸς ἀνδρὸς δυνατοῦ πολλὰ ἔργα αὐτοῦ ὑπὲρ Καβασαηλ οὗτος ἐπάταξεν τοὺς δύο αριηλ Μωαβ καὶ οὗτος κατέβη καὶ ἐπάταξεν τὸν λέοντα ἐν τῷ λάκκῳ ἐν ἡμέρᾳ χιόνος
Unchecked Copy Box1Ch 11:23 - καὶ οὗτος ἐπάταξεν τὸν ἄνδρα τὸν Αἰγύπτιον ἄνδρα ὁρατὸν πεντάπηχυν καὶ ἐν χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ἀντίον ὑφαινόντων καὶ κατέβη ἐπ᾽ αὐτὸν Βαναιας ἐν ῥάβδῳ καὶ ἀφείλατο ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου τὸ δόρυ καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ
Unchecked Copy Box1Ch 11:24 - ταῦτα ἐποίησεν Βαναιας υἱὸς Ιωδαε καὶ τούτῳ ὄνομα ἐν τοῖς τρισὶν τοῖς δυνατοῖς
Unchecked Copy Box1Ch 11:25 - ὑπὲρ τοὺς τριάκοντα ἔνδοξος οὗτος καὶ πρὸς τοὺς τρεῖς οὐκ ἤρχετο καὶ κατέστησεν αὐτὸν Δαυιδ ἐπὶ τὴν πατριὰν αὐτοῦ
Unchecked Copy Box1Ch 11:26 - καὶ δυνατοὶ τῶν δυνάμεων Ασαηλ ἀδελφὸς Ιωαβ Ελεαναν υἱὸς Δωδω ἐκ Βαιθλαεμ
Unchecked Copy Box1Ch 11:27 - Σαμμωθ ὁ Αδι Χελλης ὁ Φελωνι
Unchecked Copy Box1Ch 11:28 - Ωραι υἱὸς Εκκης ὁ Θεκωι Αβιεζερ ὁ Αναθωθι
Unchecked Copy Box1Ch 11:29 - Σοβοχαι ὁ Ασωθι Ηλι Αχωι
Unchecked Copy Box1Ch 11:30 - Μοοραι ὁ Νετωφαθι Χολοδ υἱὸς Νοοζα ὁ Νετωφαθι
Unchecked Copy Box1Ch 11:31 - Αιθι υἱὸς Ριβαι ἐκ βουνοῦ Βενιαμιν Βαναιας ὁ Φαραθωνι
Unchecked Copy Box1Ch 11:32 - Ουρι ἐκ Ναχαλιγαας Αβιηλ ὁ Γαραβεθθι
Unchecked Copy Box1Ch 11:33 - Αζμωθ ὁ Βεερμι Ελιαβα ὁ Σαλαβωνι
Unchecked Copy Box1Ch 11:34 - Βενναιας Οσομ ὁ Γεννουνι Ιωναθαν υἱὸς Σωλα ὁ Αραρι
Unchecked Copy Box1Ch 11:35 - Αχιμ υἱὸς Σαχαρ ὁ Αραρι Ελφαλ υἱὸς Ουρ
Unchecked Copy Box1Ch 11:36 - Οφαρ ὁ Μοχοραθι Αχια ὁ Φελωνι
Unchecked Copy Box1Ch 11:37 - Ησεραι ὁ Χαρμαλι Νααραι υἱὸς Αζωβαι
Unchecked Copy Box1Ch 11:38 - Ιωηλ ἀδελφὸς Ναθαν Μεβααρ υἱὸς Αγαρι
Unchecked Copy Box1Ch 11:39 - Σεληκ ὁ Αμμωνι Ναχωρ Βερθι αἴρων σκεύη Ιωαβ υἱοῦ Σαρουια
Unchecked Copy Box1Ch 11:40 - Ιρα ὁ Ιεθηρι Γαρηβ ὁ Ιεθηρι
Unchecked Copy Box1Ch 11:41 - Ουριας Χεττι Ζαβετ υἱὸς Αχλια
Unchecked Copy Box1Ch 11:42 - Αδινα υἱὸς Σαιζα τοῦ Ρουβην ἄρχων καὶ ἐπ᾽ αὐτῷ τριάκοντα
Unchecked Copy Box1Ch 11:43 - Αναν υἱὸς Μοωχα καὶ Ιωσαφατ Βαιθανι
Unchecked Copy Box1Ch 11:44 - Οζια ὁ Ασταρωθι Σαμμα καὶ Ιιηλ υἱοὶ Χωθαν τοῦ Αραρι
Unchecked Copy Box1Ch 11:45 - Ιεδιηλ υἱὸς Σαμερι καὶ Ιωαζαε ὁ ἀδελφὸς αὐτοῦ Ιεασι
Unchecked Copy Box1Ch 11:46 - Ελιηλ ὁ Μιι καὶ Ιαριβι καὶ Ιωσια υἱὸς αὐτοῦ Ελνααμ καὶ Ιεθεμα ὁ Μωαβίτης
Unchecked Copy Box1Ch 11:47 - Αλιηλ καὶ Ωβηδ καὶ Ιεσιηλ ὁ Μισαβια
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

1 Chronicles Chapter 11 — Additional Translations: