The Blue Letter Bible
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Shmot (Exodus) 7 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxExo 7:1 - καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων ἰδοὺ δέδωκά σε θεὸν Φαραω καὶ Ααρων ὁ ἀδελφός σου ἔσται σου προφήτης

Unchecked Copy BoxExo 7:2 - σὺ δὲ λαλήσεις αὐτῷ πάντα ὅσα σοι ἐντέλλομαι ὁ δὲ Ααρων ὁ ἀδελφός σου λαλήσει πρὸς Φαραω ὥστε ἐξαποστεῗλαι τοὺς υἱοὺς Ισραηλ ἐκ τῆς γῆς αὐτοῦ

Unchecked Copy BoxExo 7:3 - ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραω καὶ πληθυνῶ τὰ σημεῗά μου καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτῳ

Unchecked Copy BoxExo 7:4 - καὶ οὐκ εἰσακούσεται ὑμῶν Φαραω καὶ ἐπιβαλῶ τὴν χεῗρά μου ἐπ᾽ Αἴγυπτον καὶ ἐξάξω σὺν δυνάμει μου τὸν λαόν μου τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου σὺν ἐκδικήσει μεγάλῃ

Unchecked Copy BoxExo 7:5 - καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος ἐκτείνων τὴν χεῗρα ἐπ᾽ Αἴγυπτον καὶ ἐξάξω τοὺς υἱοὺς Ισραηλ ἐκ μέσου αὐτῶν

Unchecked Copy BoxExo 7:6 - ἐποίησεν δὲ Μωυσῆς καὶ Ααρων καθάπερ ἐνετείλατο αὐτοῗς κύριος οὕτως ἐποίησαν

Unchecked Copy BoxExo 7:7 - Μωυσῆς δὲ ἦν ἐτῶν ὀγδοήκοντα Ααρων δὲ ὁ ἀδελφὸς αὐτοῦ ἐτῶν ὀγδοήκοντα τριῶν ἡνίκα ἐλάλησεν πρὸς Φαραω

Unchecked Copy BoxExo 7:8 - καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων

Unchecked Copy BoxExo 7:9 - καὶ ἐὰν λαλήσῃ πρὸς ὑμᾶς Φαραω λέγων δότε ἡμῗν σημεῗον ἢ τέρας καὶ ἐρεῗς Ααρων τῷ ἀδελφῷ σου λαβὲ τὴν ῥάβδον καὶ ῥῗψον αὐτὴν ἐπὶ τὴν γῆν ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ καὶ ἔσται δράκων

Unchecked Copy BoxExo 7:10 - εἰσῆλθεν δὲ Μωυσῆς καὶ Ααρων ἐναντίον Φαραω καὶ τῶν θεραπόντων αὐτοῦ καὶ ἐποίησαν οὕτως καθάπερ ἐνετείλατο αὐτοῗς κύριος καὶ ἔρριψεν Ααρων τὴν ῥάβδον ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ καὶ ἐγένετο δράκων

Unchecked Copy BoxExo 7:11 - συνεκάλεσεν δὲ Φαραω τοὺς σοφιστὰς Αἰγύπτου καὶ τοὺς φαρμακούς καὶ ἐποίησαν καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῗς φαρμακείαις αὐτῶν ὡσαύτως

Unchecked Copy BoxExo 7:12 - καὶ ἔρριψαν ἕκαστος τὴν ῥάβδον αὐτοῦ καὶ ἐγένοντο δράκοντες καὶ κατέπιεν ἡ ῥάβδος ἡ Ααρων τὰς ἐκείνων ῥάβδους

Unchecked Copy BoxExo 7:13 - καὶ κατίσχυσεν ἡ καρδία Φαραω καὶ οὐκ εἰσήκουσεν αὐτῶν καθάπερ ἐλάλησεν αὐτοῗς κύριος

Unchecked Copy BoxExo 7:14 - εἶπεν δὲ κύριος πρὸς Μωυσῆν βεβάρηται ἡ καρδία Φαραω τοῦ μὴ ἐξαποστεῗλαι τὸν λαόν

Unchecked Copy BoxExo 7:15 - βάδισον πρὸς Φαραω τὸ πρωί ἰδοὺ αὐτὸς ἐκπορεύεται ἐπὶ τὸ ὕδωρ καὶ στήσῃ συναντῶν αὐτῷ ἐπὶ τὸ χεῗλος τοῦ ποταμοῦ καὶ τὴν ῥάβδον τὴν στραφεῗσαν εἰς ὄφιν λήμψῃ ἐν τῇ χειρί σου

Unchecked Copy BoxExo 7:16 - καὶ ἐρεῗς πρὸς αὐτόν κύριος ὁ θεὸς τῶν Εβραίων ἀπέσταλκέν με πρὸς σὲ λέγων ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσῃ ἐν τῇ ἐρήμῳ καὶ ἰδοὺ οὐκ εἰσήκουσας ἕως τούτου

Unchecked Copy BoxExo 7:17 - τάδε λέγει κύριος ἐν τούτῳ γνώσῃ ὅτι ἐγὼ κύριος ἰδοὺ ἐγὼ τύπτω τῇ ῥάβδῳ τῇ ἐν τῇ χειρί μου ἐπὶ τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ καὶ μεταβαλεῗ εἰς αἷμα

Unchecked Copy BoxExo 7:18 - καὶ οἱ ἰχθύες οἱ ἐν τῷ ποταμῷ τελευτήσουσιν καὶ ἐποζέσει ὁ ποταμός καὶ οὐ δυνήσονται οἱ Αἰγύπτιοι πιεῗν ὕδωρ ἀπὸ τοῦ ποταμοῦ

Unchecked Copy BoxExo 7:19 - εἶπεν δὲ κύριος πρὸς Μωυσῆν εἰπὸν Ααρων τῷ ἀδελφῷ σου λαβὲ τὴν ῥάβδον σου καὶ ἔκτεινον τὴν χεῗρά σου ἐπὶ τὰ ὕδατα Αἰγύπτου καὶ ἐπὶ τοὺς ποταμοὺς αὐτῶν καὶ ἐπὶ τὰς διώρυγας αὐτῶν καὶ ἐπὶ τὰ ἕλη αὐτῶν καὶ ἐπὶ πᾶν συνεστηκὸς ὕδωρ αὐτῶν καὶ ἔσται αἷμα καὶ ἐγένετο αἷμα ἐν πάσῃ γῇ Αἰγύπτου ἔν τε τοῗς ξύλοις καὶ ἐν τοῗς λίθοις

Unchecked Copy BoxExo 7:20 - καὶ ἐποίησαν οὕτως Μωυσῆς καὶ Ααρων καθάπερ ἐνετείλατο αὐτοῗς κύριος καὶ ἐπάρας τῇ ῥάβδῳ αὐτοῦ ἐπάταξεν τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ καὶ μετέβαλεν πᾶν τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ εἰς αἷμα

Unchecked Copy BoxExo 7:21 - καὶ οἱ ἰχθύες οἱ ἐν τῷ ποταμῷ ἐτελεύτησαν καὶ ἐπώζεσεν ὁ ποταμός καὶ οὐκ ἠδύναντο οἱ Αἰγύπτιοι πιεῗν ὕδωρ ἐκ τοῦ ποταμοῦ καὶ ἦν τὸ αἷμα ἐν πάσῃ γῇ Αἰγύπτου

Unchecked Copy BoxExo 7:22 - ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῗς φαρμακείαις αὐτῶν καὶ ἐσκληρύνθη ἡ καρδία Φαραω καὶ οὐκ εἰσήκουσεν αὐτῶν καθάπερ εἶπεν κύριος

Unchecked Copy BoxExo 7:23 - ἐπιστραφεὶς δὲ Φαραω εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ οὐκ ἐπέστησεν τὸν νοῦν αὐτοῦ οὐδὲ ἐπὶ τούτῳ

Unchecked Copy BoxExo 7:24 - ὤρυξαν δὲ πάντες οἱ Αἰγύπτιοι κύκλῳ τοῦ ποταμοῦ ὥστε πιεῗν ὕδωρ καὶ οὐκ ἠδύναντο πιεῗν ὕδωρ ἀπὸ τοῦ ποταμοῦ

Unchecked Copy BoxExo 7:25 - καὶ ἀνεπληρώθησαν ἑπτὰ ἡμέραι μετὰ τὸ πατάξαι κύριον τὸν ποταμόν
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1

Donate Contact

Blue Letter Bible study tools make reading, searching and studying the Bible easy and rewarding.

Hotjar - Unlimited insights from your web and mobile sites

Blue Letter Bible is a 501(c)(3) nonprofit organization