LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Ησαΐας (Isaiah) 9 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
(Isa 11:1–9 )
Unchecked Copy BoxIsa 9:1 - (LXX 8:23)καὶ οὐκ ἀπορηθήσεται ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ τοῦτο πρῶτον ποίει ταχὺ ποίει χώρα Ζαβουλων γῆ Νεφθαλιμ ὁδὸν θαλάσσης καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικοῦντες καὶ πέραν τοῦ Ιορδάνου Γαλιλαία τῶν ἐθνῶν τὰ μέρη τῆς Ιουδαίας
Unchecked Copy BoxIsa 9:2 - (LXX 9:1) λαὸς πορευόμενος ἐν σκότει ἴδετε φῶς μέγα οἱ κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς λάμψει ἐφ᾽ ὑμᾶς
Unchecked Copy BoxIsa 9:3 - (LXX 9:2)τὸ πλεῖστον τοῦ λαοῦ κατήγαγες ἐν εὐφροσύνῃ σου καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα
Unchecked Copy BoxIsa 9:4 - (LXX 9:3)διότι ἀφῄρηται ζυγὸς ἐπ᾽ αὐτῶν κείμενος καὶ ῥάβδος ἐπὶ τοῦ τραχήλου αὐτῶν τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασεν κύριος ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιαμ
Unchecked Copy BoxIsa 9:5 - (LXX 9:4)ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτείσουσιν καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι
Unchecked Copy BoxIsa 9:6 - (LXX 9:5)ὅτι παιδίον ἐγεννήθη ἡμῖν υἱὸς καὶ ἐδόθη ἡμῖν οὗ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος ἐγὼ γὰρ ἄξω εἰρήνην ἐπὶ τοὺς ἄρχοντας εἰρήνην καὶ ὑγίειαν αὐτῷ
Unchecked Copy BoxIsa 9:7 - (LXX 9:6)μεγάλη ἀρχὴ αὐτοῦ καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον ἐπὶ τὸν θρόνον Δαυιδ καὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι αὐτῆς ἐν δικαιοσύνῃ καὶ ἐν κρίματι ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον ζῆλος κυρίου σαβαωθ ποιήσει ταῦτα
Unchecked Copy BoxIsa 9:8 - (LXX 9:7)θάνατον ἀπέστειλεν κύριος ἐπὶ Ιακωβ καὶ ἦλθεν ἐπὶ Ισραηλ
Unchecked Copy BoxIsa 9:9 - (LXX 9:8)καὶ γνώσονται πᾶς λαὸς τοῦ Εφραιμ καὶ οἱ ἐγκαθήμενοι ἐν Σαμαρείᾳ ἐφ᾽ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες
Unchecked Copy BoxIsa 9:10 - (LXX 9:9)πλίνθοι πεπτώκασιν ἀλλὰ δεῦτε λαξεύσωμεν λίθους καὶ ἐκκόψωμεν συκαμίνους καὶ κέδρους καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον
Unchecked Copy BoxIsa 9:11 - (LXX 9:10)καὶ ῥάξει ὁ θεὸς τοὺς ἐπανιστανομένους ἐπ᾽ ὄρος Σιων ἐπ᾽ αὐτοὺς καὶ τοὺς ἐχθροὺς αὐτῶν διασκεδάσει
Unchecked Copy BoxIsa 9:12 - (LXX 9:11)Συρίαν ἀφ᾽ ἡλίου ἀνατολῶν καὶ τοὺς Ἕλληνας ἀφ᾽ ἡλίου δυσμῶν τοὺς κατεσθίοντας τὸν Ισραηλ ὅλῳ τῷ στόματι ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη θυμός ἀλλ᾽ ἔτι χεὶρ ὑψηλή
Unchecked Copy BoxIsa 9:13 - (LXX 9:12)καὶ λαὸς οὐκ ἀπεστράφη ἕως ἐπλήγη καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν
Unchecked Copy BoxIsa 9:14 - (LXX 9:13)καὶ ἀφεῖλεν κύριος ἀπὸ Ισραηλ κεφαλὴν καὶ οὐράν μέγαν καὶ μικρὸν ἐν μιᾷ ἡμέρᾳ
Unchecked Copy BoxIsa 9:15 - (LXX 9:14)πρεσβύτην καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας αὕτη ἀρχή καὶ προφήτην διδάσκοντα ἄνομα οὗτος οὐρά
Unchecked Copy BoxIsa 9:16 - (LXX 9:15)καὶ ἔσονται οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον πλανῶντες καὶ πλανῶσιν ὅπως καταπίωσιν αὐτούς
Unchecked Copy BoxIsa 9:17 - (LXX 9:16)διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους αὐτῶν οὐκ εὐφρανθήσεται θεὸς καὶ τοὺς ὀρφανοὺς αὐτῶν καὶ τὰς χήρας αὐτῶν οὐκ ἐλεήσει ὅτι πάντες ἄνομοι καὶ πονηροί καὶ πᾶν στόμα λαλεῖ ἄδικα ἐπὶ πᾶσιν τούτοις οὐκ ἀπεστράφη θυμός ἀλλ᾽ ἔτι χεὶρ ὑψηλή
Unchecked Copy BoxIsa 9:18 - (LXX 9:17)καὶ καυθήσεται ὡς πῦρ ἀνομία καὶ ὡς ἄγρωστις ξηρὰ βρωθήσεται ὑπὸ πυρός καὶ καυθήσεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ καὶ συγκαταφάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα
Unchecked Copy BoxIsa 9:19 - (LXX 9:18)διὰ θυμὸν ὀργῆς κυρίου συγκέκαυται ἡ γῆ ὅλη καὶ ἔσται λαὸς ὡς ὑπὸ πυρὸς κατακεκαυμένος ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἐλεήσει
Unchecked Copy BoxIsa 9:20 - (LXX 9:19)ἀλλὰ ἐκκλινεῖ εἰς τὰ δεξιά ὅτι πεινάσει καὶ φάγεται ἐκ τῶν ἀριστερῶν καὶ οὐ μὴ ἐμπλησθῇ ἄνθρωπος ἔσθων τὰς σάρκας τοῦ βραχίονος αὐτοῦ
Unchecked Copy BoxIsa 9:21 - (LXX 9:20)φάγεται γὰρ Μανασση τοῦ Εφραιμ καὶ Εφραιμ τοῦ Μανασση ὅτι ἅμα πολιορκήσουσιν τὸν Ιουδαν ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη θυμός ἀλλ᾽ ἔτι χεὶρ ὑψηλή
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan