LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Ιώβ (Job) 13 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxJob 13:1 - ἰδοὺ ταῦτα ἑώρακέν μου ὀφθαλμὸς καὶ ἀκήκοέν μου τὸ οὖς
Unchecked Copy BoxJob 13:2 - καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν
Unchecked Copy BoxJob 13:3 - οὐ μὴν δὲ ἀλλ᾽ ἐγὼ πρὸς κύριον λαλήσω ἐλέγξω δὲ ἐναντίον αὐτοῦ ἐὰν βούληται
Unchecked Copy BoxJob 13:4 - ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακῶν πάντες
Unchecked Copy BoxJob 13:5 - εἴη δὲ ὑμῖν κωφεῦσαι καὶ ἀποβήσεται ὑμῖν εἰς σοφίαν
Unchecked Copy BoxJob 13:6 - ἀκούσατε ἔλεγχον στόματός μου κρίσιν δὲ χειλέων μου προσέχετε
Unchecked Copy BoxJob 13:7 - πότερον οὐκ ἔναντι κυρίου λαλεῖτε ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον
Unchecked Copy BoxJob 13:8 - ὑποστελεῖσθε ὑμεῖς δὲ αὐτοὶ κριταὶ γένεσθε
Unchecked Copy BoxJob 13:9 - καλόν γε ἐὰν ἐξιχνιάσῃ ὑμᾶς εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ
Unchecked Copy BoxJob 13:10 - οὐθὲν ἧττον ἐλέγξει ὑμᾶς εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσετε
Unchecked Copy BoxJob 13:11 - πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς φόβος δὲ παρ᾽ αὐτοῦ ἐπιπεσεῖται ὑμῖν
Unchecked Copy BoxJob 13:12 - ἀποβήσεται δὲ ὑμῶν τὸ ἀγαυρίαμα ἴσα σποδῷ τὸ δὲ σῶμα πήλινον
Unchecked Copy BoxJob 13:13 - κωφεύσατε ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ
Unchecked Copy BoxJob 13:14 - ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν ψυχὴν δέ μου θήσω ἐν χειρί
Unchecked Copy BoxJob 13:15 - ἐάν με χειρώσηται ὁ δυνάστης ἐπεὶ καὶ ἦρκται μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ
Unchecked Copy BoxJob 13:16 - καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται
Unchecked Copy BoxJob 13:17 - ἀκούσατε ἀκούσατε τὰ ῥήματά μου ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων
Unchecked Copy BoxJob 13:18 - ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι
Unchecked Copy BoxJob 13:19 - τίς γάρ ἐστιν κριθησόμενός μοι ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω
Unchecked Copy BoxJob 13:20 - δυεῖν δέ μοι χρήσῃ τότε ἀπὸ τοῦ προσώπου σου οὐ κρυβήσομαι
Unchecked Copy BoxJob 13:21 - τὴν χεῖρα ἀπ᾽ ἐμοῦ ἀπέχου καὶ φόβος σου μή με καταπλησσέτω
Unchecked Copy BoxJob 13:22 - εἶτα καλέσεις ἐγὼ δέ σοι ὑπακούσομαι λαλήσεις ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν
Unchecked Copy BoxJob 13:23 - πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ αἱ ἀνομίαι μου δίδαξόν με τίνες εἰσίν
Unchecked Copy BoxJob 13:24 - διὰ τί ἀπ᾽ ἐμοῦ κρύπτῃ ἥγησαι δέ με ὑπεναντίον σοι
Unchecked Copy BoxJob 13:25 - ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι
Unchecked Copy BoxJob 13:26 - ὅτι κατέγραψας κατ᾽ ἐμοῦ κακά περιέθηκας δέ μοι νεότητος ἁμαρτίας
Unchecked Copy BoxJob 13:27 - ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι ἐφύλαξας δέ μου πάντα τὰ ἔργα εἰς δὲ ῥίζας τῶν ποδῶν μου ἀφίκου
Unchecked Copy BoxJob 13:28 - παλαιοῦται ἴσα ἀσκῷ ὥσπερ ἱμάτιον σητόβρωτον
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Job Chapter 13 — Additional Translations: