LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Ιώβ (Job) 22 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxJob 22:1 - ὑπολαβὼν δὲ Ελιφας ὁ Θαιμανίτης λέγει
Unchecked Copy BoxJob 22:2 - πότερον οὐχὶ κύριός ἐστιν διδάσκων σύνεσιν καὶ ἐπιστήμην
Unchecked Copy BoxJob 22:3 - τί γὰρ μέλει τῷ κυρίῳ ἐὰν σὺ ἦσθα τοῖς ἔργοις ἄμεμπτος ὠφέλεια ὅτι ἁπλώσῃς τὴν ὁδόν σου
Unchecked Copy BoxJob 22:4 - λόγον σου ποιούμενος ἐλέγξει σε καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν
Unchecked Copy BoxJob 22:5 - πότερον οὐχ κακία σού ἐστιν πολλή ἀναρίθμητοι δέ σού εἰσιν αἱ ἁμαρτίαι
Unchecked Copy BoxJob 22:6 - ἠνεχύραζες δὲ τοὺς ἀδελφούς σου διὰ κενῆς ἀμφίασιν δὲ γυμνῶν ἀφείλου
Unchecked Copy BoxJob 22:7 - οὐδὲ ὕδωρ διψῶντας ἐπότισας ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν
Unchecked Copy BoxJob 22:8 - ἐθαύμασας δέ τινων πρόσωπον ᾤκισας δὲ τοὺς ἐπὶ τῆς γῆς
Unchecked Copy BoxJob 22:9 - χήρας δὲ ἐξαπέστειλας κενάς ὀρφανοὺς δὲ ἐκάκωσας
Unchecked Copy BoxJob 22:10 - τοιγαροῦν ἐκύκλωσάν σε παγίδες καὶ ἐσπούδασέν σε πόλεμος ἐξαίσιος
Unchecked Copy BoxJob 22:11 - τὸ φῶς σοι σκότος ἀπέβη κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψεν
Unchecked Copy BoxJob 22:12 - μὴ οὐχὶ τὰ ὑψηλὰ ναίων ἐφορᾷ τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσεν
Unchecked Copy BoxJob 22:13 - καὶ εἶπας τί ἔγνω ἰσχυρός κατὰ τοῦ γνόφου κρινεῖ
Unchecked Copy BoxJob 22:14 - νέφη ἀποκρυφὴ αὐτοῦ καὶ οὐχ ὁραθήσεται καὶ γῦρον οὐρανοῦ διαπορεύσεται
Unchecked Copy BoxJob 22:15 - μὴ τρίβον αἰώνιον φυλάξεις ἣν ἐπάτησαν ἄνδρες ἄδικοι
Unchecked Copy BoxJob 22:16 - οἳ συνελήμφθησαν ἄωροι ποταμὸς ἐπιρρέων οἱ θεμέλιοι αὐτῶν
Unchecked Copy BoxJob 22:17 - οἱ λέγοντες κύριος τί ποιήσει ἡμῖν τί ἐπάξεται ἡμῖν παντοκράτωρ
Unchecked Copy BoxJob 22:18 - ὃς δὲ ἐνέπλησεν τοὺς οἴκους αὐτῶν ἀγαθῶν βουλὴ δὲ ἀσεβῶν πόρρω ἀπ᾽ αὐτοῦ
Unchecked Copy BoxJob 22:19 - ἰδόντες δίκαιοι ἐγέλασαν ἄμεμπτος δὲ ἐμυκτήρισεν
Unchecked Copy BoxJob 22:20 - εἰ μὴ ἠφανίσθη ἡ ὑπόστασις αὐτῶν καὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ
Unchecked Copy BoxJob 22:21 - γενοῦ δὴ σκληρός ἐὰν ὑπομείνῃς εἶτ᾽ καρπός σου ἔσται ἐν ἀγαθοῖς
Unchecked Copy BoxJob 22:22 - ἔκλαβε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν καρδίᾳ σου
Unchecked Copy BoxJob 22:23 - ἐὰν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι κυρίου πόρρω ἐποίησας ἀπὸ διαίτης σου τὸ ἄδικον
Unchecked Copy BoxJob 22:24 - θήσῃ ἐπὶ χώματι ἐν πέτρᾳ καὶ ὡς πέτρᾳ χειμάρρους Ωφιρ
Unchecked Copy BoxJob 22:25 - ἔσται οὖν σου παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον
Unchecked Copy BoxJob 22:26 - εἶτα παρρησιασθήσῃ ἔναντι κυρίου ἀναβλέψας εἰς τὸν οὐρανὸν ἱλαρῶς
Unchecked Copy BoxJob 22:27 - εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου δώσει δέ σοι ἀποδοῦναι τὰς εὐχάς
Unchecked Copy BoxJob 22:28 - ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης ἐπὶ δὲ ὁδοῖς σου ἔσται φέγγος
Unchecked Copy BoxJob 22:29 - ὅτι ἐταπείνωσεν αὐτόν καὶ ἐρεῖς ὑπερηφανεύσατο καὶ κύφοντα ὀφθαλμοῖς σώσει
Unchecked Copy BoxJob 22:30 - ῥύσεται ἀθῷον καὶ διασώθητι ἐν καθαραῖς χερσίν σου
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Job Chapter 22 — Additional Translations: