Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This Page Cite This Page
Share this page Follow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1
The Blue Letter Bible
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Bamidbar (Numbers) 33 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible
Unchecked Copy BoxNum 33:1 - καὶ οὗτοι σταθμοὶ τῶν υἱῶν Ισραηλ ὡς ἐξῆλθον ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν ἐν χειρὶ Μωυσῆ καὶ Ααρων
Unchecked Copy BoxNum 33:2 - καὶ ἔγραψεν Μωυσῆς τὰς ἀπάρσεις αὐτῶν καὶ τοὺς σταθμοὺς αὐτῶν διὰ ῥήματος κυρίου καὶ οὗτοι σταθμοὶ τῆς πορείας αὐτῶν
Unchecked Copy BoxNum 33:3 - ἀπῆραν ἐκ Ραμεσση τῷ μηνὶ τῷ πρώτῳ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου τῇ ἐπαύριον τοῦ πασχα ἐξῆλθον οἱ υἱοὶ Ισραηλ ἐν χειρὶ ὑψηλῇ ἐναντίον πάντων τῶν Αἰγυπτίων
Unchecked Copy BoxNum 33:4 - καὶ οἱ Αἰγύπτιοι ἔθαπτον ἐξ αὑτῶν τοὺς τεθνηκότας πάντας οὓς ἐπάταξεν κύριος πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ καὶ ἐν τοῗς θεοῗς αὐτῶν ἐποίησεν τὴν ἐκδίκησιν κύριος
Unchecked Copy BoxNum 33:5 - καὶ ἀπάραντες οἱ υἱοὶ Ισραηλ ἐκ Ραμεσση παρενέβαλον εἰς Σοκχωθ
Unchecked Copy BoxNum 33:6 - καὶ ἀπῆραν ἐκ Σοκχωθ καὶ παρενέβαλον εἰς Βουθαν ὅ ἐστιν μέρος τι τῆς ἐρήμου
Unchecked Copy BoxNum 33:7 - καὶ ἀπῆραν ἐκ Βουθαν καὶ παρενέβαλον ἐπὶ στόμα Εϊρωθ ὅ ἐστιν ἀπέναντι Βεελσεπφων καὶ παρενέβαλον ἀπέναντι Μαγδώλου
Unchecked Copy BoxNum 33:8 - καὶ ἀπῆραν ἀπέναντι Εϊρωθ καὶ διέβησαν μέσον τῆς θαλάσσης εἰς τὴν ἔρημον καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν διὰ τῆς ἐρήμου αὐτοὶ καὶ παρενέβαλον ἐν Πικρίαις
Unchecked Copy BoxNum 33:9 - καὶ ἀπῆραν ἐκ Πικριῶν καὶ ἦλθον εἰς Αιλιμ καὶ ἐν Αιλιμ δώδεκα πηγαὶ ὑδάτων καὶ ἑβδομήκοντα στελέχη φοινίκων καὶ παρενέβαλον ἐκεῗ παρὰ τὸ ὕδωρ
Unchecked Copy BoxNum 33:10 - καὶ ἀπῆραν ἐξ Αιλιμ καὶ παρενέβαλον ἐπὶ θάλασσαν ἐρυθράν
Unchecked Copy BoxNum 33:11 - καὶ ἀπῆραν ἀπὸ θαλάσσης ἐρυθρᾶς καὶ παρενέβαλον εἰς τὴν ἔρημον Σιν
Unchecked Copy BoxNum 33:12 - καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου Σιν καὶ παρενέβαλον εἰς Ραφακα
Unchecked Copy BoxNum 33:13 - καὶ ἀπῆραν ἐκ Ραφακα καὶ παρενέβαλον ἐν Αιλους
Unchecked Copy BoxNum 33:14 - καὶ ἀπῆραν ἐξ Αιλους καὶ παρενέβαλον ἐν Ραφιδιν καὶ οὐκ ἦν ὕδωρ τῷ λαῷ πιεῗν ἐκεῗ
Unchecked Copy BoxNum 33:15 - καὶ ἀπῆραν ἐκ Ραφιδιν καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ Σινα
Unchecked Copy BoxNum 33:16 - καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου Σινα καὶ παρενέβαλον ἐν Μνήμασιν τῆς ἐπιθυμίας
Unchecked Copy BoxNum 33:17 - καὶ ἀπῆραν ἐκ Μνημάτων ἐπιθυμίας καὶ παρενέβαλον ἐν Ασηρωθ
Unchecked Copy BoxNum 33:18 - καὶ ἀπῆραν ἐξ Ασηρωθ καὶ παρενέβαλον ἐν Ραθαμα
Unchecked Copy BoxNum 33:19 - καὶ ἀπῆραν ἐκ Ραθαμα καὶ παρενέβαλον ἐν Ρεμμων Φαρες
Unchecked Copy BoxNum 33:20 - καὶ ἀπῆραν ἐκ Ρεμμων Φαρες καὶ παρενέβαλον ἐν Λεμωνα
Unchecked Copy BoxNum 33:21 - καὶ ἀπῆραν ἐκ Λεμωνα καὶ παρενέβαλον εἰς Δεσσα
Unchecked Copy BoxNum 33:22 - καὶ ἀπῆραν ἐκ Δεσσα καὶ παρενέβαλον εἰς Μακελλαθ
Unchecked Copy BoxNum 33:23 - καὶ ἀπῆραν ἐκ Μακελλαθ καὶ παρενέβαλον εἰς Σαφαρ
Unchecked Copy BoxNum 33:24 - καὶ ἀπῆραν ἐκ Σαφαρ καὶ παρενέβαλον εἰς Χαραδαθ
Unchecked Copy BoxNum 33:25 - καὶ ἀπῆραν ἐκ Χαραδαθ καὶ παρενέβαλον εἰς Μακηλωθ
Unchecked Copy BoxNum 33:26 - καὶ ἀπῆραν ἐκ Μακηλωθ καὶ παρενέβαλον εἰς Κατααθ
Unchecked Copy BoxNum 33:27 - καὶ ἀπῆραν ἐκ Κατααθ καὶ παρενέβαλον εἰς Ταραθ
Unchecked Copy BoxNum 33:28 - καὶ ἀπῆραν ἐκ Ταραθ καὶ παρενέβαλον εἰς Ματεκκα
Unchecked Copy BoxNum 33:29 - καὶ ἀπῆραν ἐκ Ματεκκα καὶ παρενέβαλον εἰς Σελμωνα
Unchecked Copy BoxNum 33:30 - καὶ ἀπῆραν ἐκ Σελμωνα καὶ παρενέβαλον εἰς Μασσουρουθ
Unchecked Copy BoxNum 33:31 - καὶ ἀπῆραν ἐκ Μασσουρουθ καὶ παρενέβαλον εἰς Βαναια
Unchecked Copy BoxNum 33:32 - καὶ ἀπῆραν ἐκ Βαναια καὶ παρενέβαλον εἰς τὸ ὄρος Γαδγαδ
Unchecked Copy BoxNum 33:33 - καὶ ἀπῆραν ἐκ τοῦ ὄρους Γαδγαδ καὶ παρενέβαλον εἰς Ετεβαθα
Unchecked Copy BoxNum 33:34 - καὶ ἀπῆραν ἐξ Ετεβαθα καὶ παρενέβαλον εἰς Εβρωνα
Unchecked Copy BoxNum 33:35 - καὶ ἀπῆραν ἐξ Εβρωνα καὶ παρενέβαλον εἰς Γεσιωνγαβερ
Unchecked Copy BoxNum 33:36 - καὶ ἀπῆραν ἐκ Γεσιωνγαβερ καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ Σιν καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου Σιν καὶ παρενέβαλον εἰς τὴν ἔρημον Φαραν αὕτη ἐστὶν Καδης
Unchecked Copy BoxNum 33:37 - καὶ ἀπῆραν ἐκ Καδης καὶ παρενέβαλον εἰς Ωρ τὸ ὄρος πλησίον γῆς Εδωμ
Unchecked Copy BoxNum 33:38 - καὶ ἀνέβη Ααρων ἱερεὺς διὰ προστάγματος κυρίου καὶ ἀπέθανεν ἐκεῗ ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ισραηλ ἐκ γῆς Αἰγύπτου τῷ μηνὶ τῷ πέμπτῳ μιᾷ τοῦ μηνός
Unchecked Copy BoxNum 33:39 - καὶ Ααρων ἦν τριῶν καὶ εἴκοσι καὶ ἑκατὸν ἐτῶν ὅτε ἀπέθνῃσκεν ἐν Ωρ τῷ ὄρει
Unchecked Copy BoxNum 33:40 - καὶ ἀκούσας Χανανις βασιλεὺς Αραδ καὶ οὗτος κατῴκει ἐν γῇ Χανααν ὅτε εἰσεπορεύοντο οἱ υἱοὶ Ισραηλ
Unchecked Copy BoxNum 33:41 - καὶ ἀπῆραν ἐξ Ωρ τοῦ ὄρους καὶ παρενέβαλον εἰς Σελμωνα
Unchecked Copy BoxNum 33:42 - καὶ ἀπῆραν ἐκ Σελμωνα καὶ παρενέβαλον εἰς Φινω
Unchecked Copy BoxNum 33:43 - καὶ ἀπῆραν ἐκ Φινω καὶ παρενέβαλον εἰς Ωβωθ
Unchecked Copy BoxNum 33:44 - καὶ ἀπῆραν ἐξ Ωβωθ καὶ παρενέβαλον ἐν Γαι ἐν τῷ πέραν ἐπὶ τῶν ὁρίων Μωαβ
Unchecked Copy BoxNum 33:45 - καὶ ἀπῆραν ἐκ Γαι καὶ παρενέβαλον εἰς Δαιβων Γαδ
Unchecked Copy BoxNum 33:46 - καὶ ἀπῆραν ἐκ Δαιβων Γαδ καὶ παρενέβαλον ἐν Γελμων Δεβλαθαιμ
Unchecked Copy BoxNum 33:47 - καὶ ἀπῆραν ἐκ Γελμων Δεβλαθαιμ καὶ παρενέβαλον ἐπὶ τὰ ὄρη τὰ Αβαριμ ἀπέναντι Ναβαυ
Unchecked Copy BoxNum 33:48 - καὶ ἀπῆραν ἀπὸ ὀρέων Αβαριμ καὶ παρενέβαλον ἐπὶ δυσμῶν Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω
Unchecked Copy BoxNum 33:49 - καὶ παρενέβαλον παρὰ τὸν Ιορδάνην ἀνὰ μέσον Αισιμωθ ἕως Βελσαττιμ κατὰ δυσμὰς Μωαβ
Unchecked Copy BoxNum 33:50 - καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐπὶ δυσμῶν Μωαβ παρὰ τὸν Ιορδάνην κατὰ Ιεριχω λέγων
Unchecked Copy BoxNum 33:51 - λάλησον τοῗς υἱοῗς Ισραηλ καὶ ἐρεῗς πρὸς αὐτούς ὑμεῗς διαβαίνετε τὸν Ιορδάνην εἰς γῆν Χανααν
Unchecked Copy BoxNum 33:52 - καὶ ἀπολεῗτε πάντας τοὺς κατοικοῦντας ἐν τῇ γῇ πρὸ προσώπου ὑμῶν καὶ ἐξαρεῗτε τὰς σκοπιὰς αὐτῶν καὶ πάντα τὰ εἴδωλα τὰ χωνευτὰ αὐτῶν ἀπολεῗτε αὐτὰ καὶ πάσας τὰς στήλας αὐτῶν ἐξαρεῗτε
Unchecked Copy BoxNum 33:53 - καὶ ἀπολεῗτε πάντας τοὺς κατοικοῦντας τὴν γῆν καὶ κατοικήσετε ἐν αὐτῇ ὑμῗν γὰρ δέδωκα τὴν γῆν αὐτῶν ἐν κλήρῳ
Unchecked Copy BoxNum 33:54 - καὶ κατακληρονομήσετε τὴν γῆν αὐτῶν ἐν κλήρῳ κατὰ φυλὰς ὑμῶν τοῗς πλείοσιν πληθυνεῗτε τὴν κατάσχεσιν αὐτῶν καὶ τοῗς ἐλάττοσιν ἐλαττώσετε τὴν κατάσχεσιν αὐτῶν εἰς ἐὰν ἐξέλθῃ τὸ ὄνομα αὐτοῦ ἐκεῗ αὐτοῦ ἔσται κατὰ φυλὰς πατριῶν ὑμῶν κληρονομήσετε
Unchecked Copy BoxNum 33:55 - ἐὰν δὲ μὴ ἀπολέσητε τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἀπὸ προσώπου ὑμῶν καὶ ἔσται οὓς ἐὰν καταλίπητε ἐξ αὐτῶν σκόλοπες ἐν τοῗς ὀφθαλμοῗς ὑμῶν καὶ βολίδες ἐν ταῗς πλευραῗς ὑμῶν καὶ ἐχθρεύσουσιν ἐπὶ τῆς γῆς ἐφ᾽ ἣν ὑμεῗς κατοικήσετε
Unchecked Copy BoxNum 33:56 - καὶ ἔσται καθότι διεγνώκειν ποιῆσαι αὐτούς ποιήσω ὑμῗν
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.


Donate Contact

Blue Letter Bible study tools make reading, searching and studying the Bible easy and rewarding.

Blue Letter Bible is a 501(c)(3) nonprofit organization