The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Bamidbar (Numbers) 35 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxNum 35:1 - καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐπὶ δυσμῶν Μωαβ παρὰ τὸν Ιορδάνην κατὰ Ιεριχω λέγων

Unchecked Copy BoxNum 35:2 - σύνταξον τοῗς υἱοῗς Ισραηλ καὶ δώσουσιν τοῗς Λευίταις ἀπὸ τῶν κλήρων κατασχέσεως αὐτῶν πόλεις κατοικεῗν καὶ τὰ προάστεια τῶν πόλεων κύκλῳ αὐτῶν δώσουσιν τοῗς Λευίταις

Unchecked Copy BoxNum 35:3 - καὶ ἔσονται αὐτοῗς αἱ πόλεις κατοικεῗν καὶ τὰ ἀφορίσματα αὐτῶν ἔσται τοῗς κτήνεσιν αὐτῶν καὶ πᾶσι τοῗς τετράποσιν αὐτῶν

Unchecked Copy BoxNum 35:4 - καὶ τὰ συγκυροῦντα τῶν πόλεων ἃς δώσετε τοῗς Λευίταις ἀπὸ τείχους τῆς πόλεως καὶ ἔξω δισχιλίους πήχεις κύκλῳ

Unchecked Copy BoxNum 35:5 - καὶ μετρήσεις ἔξω τῆς πόλεως τὸ κλίτος τὸ πρὸς ἀνατολὰς δισχιλίους πήχεις καὶ τὸ κλίτος τὸ πρὸς λίβα δισχιλίους πήχεις καὶ τὸ κλίτος τὸ πρὸς θάλασσαν δισχιλίους πήχεις καὶ τὸ κλίτος τὸ πρὸς βορρᾶν δισχιλίους πήχεις καὶ ἡ πόλις μέσον τούτου ἔσται ὑμῗν καὶ τὰ ὅμορα τῶν πόλεων

Unchecked Copy BoxNum 35:6 - καὶ τὰς πόλεις δώσετε τοῗς Λευίταις τὰς ἓξ πόλεις τῶν φυγαδευτηρίων ἃς δώσετε φεύγειν ἐκεῗ τῷ φονεύσαντι καὶ πρὸς ταύταις τεσσαράκοντα καὶ δύο πόλεις

Unchecked Copy BoxNum 35:7 - πάσας τὰς πόλεις δώσετε τοῗς Λευίταις τεσσαράκοντα καὶ ὀκτὼ πόλεις ταύτας καὶ τὰ προάστεια αὐτῶν

Unchecked Copy BoxNum 35:8 - καὶ τὰς πόλεις ἃς δώσετε ἀπὸ τῆς κατασχέσεως υἱῶν Ισραηλ ἀπὸ τῶν τὰ πολλὰ πολλὰ καὶ ἀπὸ τῶν ἐλαττόνων ἐλάττω ἕκαστος κατὰ τὴν κληρονομίαν αὐτοῦ ἣν κληρονομήσουσιν δώσουσιν ἀπὸ τῶν πόλεων τοῗς Λευίταις

Unchecked Copy BoxNum 35:9 - καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Unchecked Copy BoxNum 35:10 - λάλησον τοῗς υἱοῗς Ισραηλ καὶ ἐρεῗς πρὸς αὐτούς ὑμεῗς διαβαίνετε τὸν Ιορδάνην εἰς γῆν Χανααν

Unchecked Copy BoxNum 35:11 - καὶ διαστελεῗτε ὑμῗν αὐτοῗς πόλεις φυγαδευτήρια ἔσται ὑμῗν φυγεῗν ἐκεῗ τὸν φονευτήν πᾶς ὁ πατάξας ψυχὴν ἀκουσίως

Unchecked Copy BoxNum 35:12 - καὶ ἔσονται αἱ πόλεις ὑμῗν φυγαδευτήρια ἀπὸ ἀγχιστεύοντος τὸ αἷμα καὶ οὐ μὴ ἀποθάνῃ ὁ φονεύων ἕως ἂν στῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν

Unchecked Copy BoxNum 35:13 - καὶ αἱ πόλεις ἃς δώσετε τὰς ἓξ πόλεις φυγαδευτήρια ἔσονται ὑμῗν

Unchecked Copy BoxNum 35:14 - τὰς τρεῗς πόλεις δώσετε ἐν τῷ πέραν τοῦ Ιορδάνου καὶ τὰς τρεῗς πόλεις δώσετε ἐν γῇ Χανααν

Unchecked Copy BoxNum 35:15 - φυγάδιον ἔσται τοῗς υἱοῗς Ισραηλ καὶ τῷ προσηλύτῳ καὶ τῷ παροίκῳ τῷ ἐν ὑμῗν ἔσονται αἱ πόλεις αὗται εἰς φυγαδευτήριον φυγεῗν ἐκεῗ παντὶ πατάξαντι ψυχὴν ἀκουσίως

Unchecked Copy BoxNum 35:16 - ἐὰν δὲ ἐν σκεύει σιδήρου πατάξῃ αὐτόν καὶ τελευτήσῃ φονευτής ἐστιν θανάτῳ θανατούσθω ὁ φονευτής

Unchecked Copy BoxNum 35:17 - ἐὰν δὲ ἐν λίθῳ ἐκ χειρός ἐν ᾧ ἀποθανεῗται ἐν αὐτῷ πατάξῃ αὐτόν καὶ ἀποθάνῃ φονευτής ἐστιν θανάτῳ θανατούσθω ὁ φονευτής

Unchecked Copy BoxNum 35:18 - ἐὰν δὲ ἐν σκεύει ξυλίνῳ ἐκ χειρός ἐξ οὗ ἀποθανεῗται ἐν αὐτῷ πατάξῃ αὐτόν καὶ ἀποθάνῃ φονευτής ἐστιν θανάτῳ θανατούσθω ὁ φονευτής

Unchecked Copy BoxNum 35:19 - ὁ ἀγχιστεύων τὸ αἷμα οὗτος ἀποκτενεῗ τὸν φονεύσαντα ὅταν συναντήσῃ αὐτῷ οὗτος ἀποκτενεῗ αὐτόν

Unchecked Copy BoxNum 35:20 - ἐὰν δὲ δι᾽ ἔχθραν ὤσῃ αὐτὸν καὶ ἐπιρρίψῃ ἐπ᾽ αὐτὸν πᾶν σκεῦος ἐξ ἐνέδρου καὶ ἀποθάνῃ

Unchecked Copy BoxNum 35:21 - ἢ διὰ μῆνιν ἐπάταξεν αὐτὸν τῇ χειρί καὶ ἀποθάνῃ θανάτῳ θανατούσθω ὁ πατάξας φονευτής ἐστιν θανάτῳ θανατούσθω ὁ φονεύων ὁ ἀγχιστεύων τὸ αἷμα ἀποκτενεῗ τὸν φονεύσαντα ἐν τῷ συναντῆσαι αὐτῷ

Unchecked Copy BoxNum 35:22 - ἐὰν δὲ ἐξάπινα οὐ δι᾽ ἔχθραν ὤσῃ αὐτὸν ἢ ἐπιρρίψῃ ἐπ᾽ αὐτὸν πᾶν σκεῦος οὐκ ἐξ ἐνέδρου

Unchecked Copy BoxNum 35:23 - ἢ παντὶ λίθῳ ἐν ᾧ ἀποθανεῗται ἐν αὐτῷ οὐκ εἰδώς καὶ ἐπιπέσῃ ἐπ᾽ αὐτόν καὶ ἀποθάνῃ αὐτὸς δὲ οὐκ ἐχθρὸς αὐτοῦ ἦν οὐδὲ ζητῶν κακοποιῆσαι αὐτόν

Unchecked Copy BoxNum 35:24 - καὶ κρινεῗ ἡ συναγωγὴ ἀνὰ μέσον τοῦ πατάξαντος καὶ ἀνὰ μέσον τοῦ ἀγχιστεύοντος τὸ αἷμα κατὰ τὰ κρίματα ταῦτα

Unchecked Copy BoxNum 35:25 - καὶ ἐξελεῗται ἡ συναγωγὴ τὸν φονεύσαντα ἀπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷμα καὶ ἀποκαταστήσουσιν αὐτὸν ἡ συναγωγὴ εἰς τὴν πόλιν τοῦ φυγαδευτηρίου αὐτοῦ οὗ κατέφυγεν καὶ κατοικήσει ἐκεῗ ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας ὃν ἔχρισαν αὐτὸν τῷ ἐλαίῳ τῷ ἁγίῳ

Unchecked Copy BoxNum 35:26 - ἐὰν δὲ ἐξόδῳ ἐξέλθῃ ὁ φονεύσας τὰ ὅρια τῆς πόλεως εἰς ἣν κατέφυγεν ἐκεῗ

Unchecked Copy BoxNum 35:27 - καὶ εὕρῃ αὐτὸν ὁ ἀγχιστεύων τὸ αἷμα ἔξω τῶν ὁρίων τῆς πόλεως καταφυγῆς αὐτοῦ καὶ φονεύσῃ ὁ ἀγχιστεύων τὸ αἷμα τὸν φονεύσαντα οὐκ ἔνοχός ἐστιν

Unchecked Copy BoxNum 35:28 - ἐν γὰρ τῇ πόλει τῆς καταφυγῆς κατοικείτω ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας καὶ μετὰ τὸ ἀποθανεῗν τὸν ἱερέα τὸν μέγαν ἐπαναστραφήσεται ὁ φονεύσας εἰς τὴν γῆν τῆς κατασχέσεως αὐτοῦ

Unchecked Copy BoxNum 35:29 - καὶ ἔσται ταῦτα ὑμῗν εἰς δικαίωμα κρίματος εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσαις ταῗς κατοικίαις ὑμῶν

Unchecked Copy BoxNum 35:30 - πᾶς πατάξας ψυχήν διὰ μαρτύρων φονεύσεις τὸν φονεύσαντα καὶ μάρτυς εἷς οὐ μαρτυρήσει ἐπὶ ψυχὴν ἀποθανεῗν

Unchecked Copy BoxNum 35:31 - καὶ οὐ λήμψεσθε λύτρα περὶ ψυχῆς παρὰ τοῦ φονεύσαντος τοῦ ἐνόχου ὄντος ἀναιρεθῆναι θανάτῳ γὰρ θανατωθήσεται

Unchecked Copy BoxNum 35:32 - οὐ λήμψεσθε λύτρα τοῦ φυγεῗν εἰς πόλιν τῶν φυγαδευτηρίων τοῦ πάλιν κατοικεῗν ἐπὶ τῆς γῆς ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας

Unchecked Copy BoxNum 35:33 - καὶ οὐ μὴ φονοκτονήσητε τὴν γῆν εἰς ἣν ὑμεῗς κατοικεῗτε τὸ γὰρ αἷμα τοῦτο φονοκτονεῗ τὴν γῆν καὶ οὐκ ἐξιλασθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος τοῦ ἐκχυθέντος ἐπ᾽ αὐτῆς ἀλλ᾽ ἐπὶ τοῦ αἵματος τοῦ ἐκχέοντος

Unchecked Copy BoxNum 35:34 - καὶ οὐ μιανεῗτε τὴν γῆν ἐφ᾽ ἧς κατοικεῗτε ἐπ᾽ αὐτῆς ἐφ᾽ ἧς ἐγὼ κατασκηνώσω ἐν ὑμῗν ἐγὼ γάρ εἰμι κύριος κατασκηνῶν ἐν μέσῳ τῶν υἱῶν Ισραηλ
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1