LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Αριθμοί (Numbers) 5 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
(cf. Lev 15:1–33 )
Unchecked Copy BoxNum 5:1 - καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Unchecked Copy BoxNum 5:2 - πρόσταξον τοῖς υἱοῖς Ισραηλ καὶ ἐξαποστειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν καὶ πάντα γονορρυῆ καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ
Unchecked Copy BoxNum 5:3 - ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ ἐξαποστείλατε ἔξω τῆς παρεμβολῆς καὶ οὐ μὴ μιανοῦσιν τὰς παρεμβολὰς αὐτῶν ἐν οἷς ἐγὼ καταγίνομαι ἐν αὐτοῖς
Unchecked Copy BoxNum 5:4 - καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ισραηλ καὶ ἐξαπέστειλαν αὐτοὺς ἔξω τῆς παρεμβολῆς καθὰ ἐλάλησεν κύριος τῷ Μωυσῇ οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ
(Lev 6:1–7 )
Unchecked Copy BoxNum 5:5 - καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Unchecked Copy BoxNum 5:6 - λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων ἀνὴρ γυνή ὅστις ἐὰν ποιήσῃ ἀπὸ τῶν ἁμαρτιῶν τῶν ἀνθρωπίνων καὶ παριδὼν παρίδῃ καὶ πλημμελήσῃ ἡ ψυχὴ ἐκείνη
Unchecked Copy BoxNum 5:7 - ἐξαγορεύσει τὴν ἁμαρτίαν ἣν ἐποίησεν καὶ ἀποδώσει τὴν πλημμέλειαν τὸ κεφάλαιον καὶ τὸ ἐπίπεμπτον αὐτοῦ προσθήσει ἐπ᾽ αὐτὸ καὶ ἀποδώσει τίνι ἐπλημμέλησεν αὐτῷ
Unchecked Copy BoxNum 5:8 - ἐὰν δὲ μὴ τῷ ἀνθρώπῳ ἀγχιστεύων ὥστε ἀποδοῦναι αὐτῷ τὸ πλημμέλημα πρὸς αὐτόν τὸ πλημμέλημα τὸ ἀποδιδόμενον κυρίῳ τῷ ἱερεῖ ἔσται πλὴν τοῦ κριοῦ τοῦ ἱλασμοῦ δι᾽ οὗ ἐξιλάσεται ἐν αὐτῷ περὶ αὐτοῦ
Unchecked Copy BoxNum 5:9 - καὶ πᾶσα ἀπαρχὴ κατὰ πάντα τὰ ἁγιαζόμενα ἐν υἱοῖς Ισραηλ ὅσα ἂν προσφέρωσιν τῷ κυρίῳ τῷ ἱερεῖ αὐτῷ ἔσται
Unchecked Copy BoxNum 5:10 - καὶ ἑκάστου τὰ ἡγιασμένα αὐτοῦ ἔσται ἀνὴρ ὃς ἐὰν δῷ τῷ ἱερεῖ αὐτῷ ἔσται
Unchecked Copy BoxNum 5:11 - καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Unchecked Copy BoxNum 5:12 - λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ἀνδρὸς ἀνδρὸς ἐὰν παραβῇ γυνὴ αὐτοῦ καὶ παρίδῃ αὐτὸν ὑπεριδοῦσα
Unchecked Copy BoxNum 5:13 - καὶ κοιμηθῇ τις μετ᾽ αὐτῆς κοίτην σπέρματος καὶ λάθῃ ἐξ ὀφθαλμῶν τοῦ ἀνδρὸς αὐτῆς καὶ κρύψῃ αὐτὴ δὲ μεμιαμμένη καὶ μάρτυς μὴ ἦν μετ᾽ αὐτῆς καὶ αὐτὴ μὴ συνειλημμένη
Unchecked Copy BoxNum 5:14 - καὶ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ αὐτὴ δὲ μεμίανται ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ αὐτὴ δὲ μὴ μεμιαμμένη
Unchecked Copy BoxNum 5:15 - καὶ ἄξει ἄνθρωπος τὴν γυναῖκα αὐτοῦ πρὸς τὸν ἱερέα καὶ προσοίσει τὸ δῶρον περὶ αὐτῆς τὸ δέκατον τοῦ οιφι ἄλευρον κρίθινον οὐκ ἐπιχεεῖ ἐπ᾽ αὐτὸ ἔλαιον οὐδὲ ἐπιθήσει ἐπ᾽ αὐτὸ λίβανον ἔστιν γὰρ θυσία ζηλοτυπίας θυσία μνημοσύνου ἀναμιμνήσκουσα ἁμαρτίαν
Unchecked Copy BoxNum 5:16 - καὶ προσάξει αὐτὴν ἱερεὺς καὶ στήσει αὐτὴν ἔναντι κυρίου
Unchecked Copy BoxNum 5:17 - καὶ λήμψεται ἱερεὺς ὕδωρ καθαρὸν ζῶν ἐν ἀγγείῳ ὀστρακίνῳ καὶ τῆς γῆς τῆς οὔσης ἐπὶ τοῦ ἐδάφους τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ λαβὼν ἱερεὺς ἐμβαλεῖ εἰς τὸ ὕδωρ
Unchecked Copy BoxNum 5:18 - καὶ στήσει ἱερεὺς τὴν γυναῖκα ἔναντι κυρίου καὶ ἀποκαλύψει τὴν κεφαλὴν τῆς γυναικὸς καὶ δώσει ἐπὶ τὰς χεῖρας αὐτῆς τὴν θυσίαν τοῦ μνημοσύνου τὴν θυσίαν τῆς ζηλοτυπίας ἐν δὲ τῇ χειρὶ τοῦ ἱερέως ἔσται τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου
Unchecked Copy BoxNum 5:19 - καὶ ὁρκιεῖ αὐτὴν ἱερεὺς καὶ ἐρεῖ τῇ γυναικί εἰ μὴ κεκοίμηταί τις μετὰ σοῦ εἰ μὴ παραβέβηκας μιανθῆναι ὑπὸ τὸν ἄνδρα τὸν σεαυτῆς ἀθῴα ἴσθι ἀπὸ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου
Unchecked Copy BoxNum 5:20 - εἰ δὲ σὺ παραβέβηκας ὑπ᾽ ἀνδρὸς οὖσα μεμίανσαι καὶ ἔδωκέν τις τὴν κοίτην αὐτοῦ ἐν σοὶ πλὴν τοῦ ἀνδρός σου
Unchecked Copy BoxNum 5:21 - καὶ ὁρκιεῖ ἱερεὺς τὴν γυναῖκα ἐν τοῖς ὅρκοις τῆς ἀρᾶς ταύτης καὶ ἐρεῖ ἱερεὺς τῇ γυναικί δῴη κύριός σε ἐν ἀρᾷ καὶ ἐνόρκιον ἐν μέσῳ τοῦ λαοῦ σου ἐν τῷ δοῦναι κύριον τὸν μηρόν σου διαπεπτωκότα καὶ τὴν κοιλίαν σου πεπρησμένην
Unchecked Copy BoxNum 5:22 - καὶ εἰσελεύσεται τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦτο εἰς τὴν κοιλίαν σου πρῆσαι γαστέρα καὶ διαπεσεῖν μηρόν σου καὶ ἐρεῖ γυνή γένοιτο γένοιτο
Unchecked Copy BoxNum 5:23 - καὶ γράψει ἱερεὺς τὰς ἀρὰς ταύτας εἰς βιβλίον καὶ ἐξαλείψει εἰς τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου
Unchecked Copy BoxNum 5:24 - καὶ ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦ ἐλεγμοῦ
Unchecked Copy BoxNum 5:25 - καὶ λήμψεται ἱερεὺς ἐκ χειρὸς τῆς γυναικὸς τὴν θυσίαν τῆς ζηλοτυπίας καὶ ἐπιθήσει τὴν θυσίαν ἔναντι κυρίου καὶ προσοίσει αὐτὴν πρὸς τὸ θυσιαστήριον
Unchecked Copy BoxNum 5:26 - καὶ δράξεται ἱερεὺς ἀπὸ τῆς θυσίας τὸ μνημόσυνον αὐτῆς καὶ ἀνοίσει αὐτὸ ἐπὶ τὸ θυσιαστήριον καὶ μετὰ ταῦτα ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ
Unchecked Copy BoxNum 5:27 - καὶ ἔσται ἐὰν μεμιαμμένη καὶ λήθῃ λάθῃ τὸν ἄνδρα αὐτῆς καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τὸ ἐπικαταρώμενον καὶ πρησθήσεται τὴν κοιλίαν καὶ διαπεσεῖται ὁ μηρὸς αὐτῆς καὶ ἔσται γυνὴ εἰς ἀρὰν ἐν τῷ λαῷ αὐτῆς
Unchecked Copy BoxNum 5:28 - ἐὰν δὲ μὴ μιανθῇ γυνὴ καὶ καθαρὰ καὶ ἀθῴα ἔσται καὶ ἐκσπερματιεῖ σπέρμα
Unchecked Copy BoxNum 5:29 - οὗτος νόμος τῆς ζηλοτυπίας ᾧ ἐὰν παραβῇ γυνὴ ὑπ᾽ ἀνδρὸς οὖσα καὶ μιανθῇ
Unchecked Copy BoxNum 5:30 - ἄνθρωπος ἐὰν ἐπέλθῃ ἐπ᾽ αὐτὸν πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ καὶ στήσει τὴν γυναῖκα αὐτοῦ ἔναντι κυρίου καὶ ποιήσει αὐτῇ ἱερεὺς πάντα τὸν νόμον τοῦτον
Unchecked Copy BoxNum 5:31 - καὶ ἀθῷος ἔσται ἄνθρωπος ἀπὸ ἁμαρτίας καὶ γυνὴ ἐκείνη λήμψεται τὴν ἁμαρτίαν αὐτῆς
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan