The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Tehillim (Psalms) 44 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxPsa 44:1 - (LXX 43:1εἰς τὸ τέλος τοῗς υἱοῗς Κορε εἰς σύνεσιν ψαλμός  (43:2)ὁ θεός ἐν τοῗς ὠσὶν ἡμῶν ἠκούσαμεν οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῗν ἔργον ὃ εἰργάσω ἐν ταῗς ἡμέραις αὐτῶν ἐν ἡμέραις ἀρχαίαις

Unchecked Copy BoxPsa 44:2 - (LXX 43:3ἡ χείρ σου ἔθνη ἐξωλέθρευσεν καὶ κατεφύτευσας αὐτούς ἐκάκωσας λαοὺς καὶ ἐξέβαλες αὐτούς

Unchecked Copy BoxPsa 44:3 - (LXX 43:4οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς ἀλλ᾽ ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου ὅτι εὐδόκησας ἐν αὐτοῗς

Unchecked Copy BoxPsa 44:4 - (LXX 43:5σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ θεός μου ὁ ἐντελλόμενος τὰς σωτηρίας Ιακωβ

Unchecked Copy BoxPsa 44:5 - (LXX 43:6ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν καὶ ἐν τῷ ὀνόματί σου ἐξουθενώσομεν τοὺς ἐπανιστανομένους ἡμῗν

Unchecked Copy BoxPsa 44:6 - (LXX 43:7οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ καὶ ἡ ῥομφαία μου οὐ σώσει με

Unchecked Copy BoxPsa 44:7 - (LXX 43:8ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας

Unchecked Copy BoxPsa 44:8 - (LXX 43:9ἐν τῷ θεῷ ἐπαινεσθησόμεθα ὅλην τὴν ἡμέραν καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰῶνα διάψαλμα

Unchecked Copy BoxPsa 44:9 - (LXX 43:10νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς καὶ οὐκ ἐξελεύσῃ ἐν ταῗς δυνάμεσιν ἡμῶν

Unchecked Copy BoxPsa 44:10 - (LXX 43:11ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῗς

Unchecked Copy BoxPsa 44:11 - (LXX 43:12ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως καὶ ἐν τοῗς ἔθνεσιν διέσπειρας ἡμᾶς

Unchecked Copy BoxPsa 44:12 - (LXX 43:13ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς καὶ οὐκ ἦν πλῆθος ἐν τοῗς ἀλλάγμασιν αὐτῶν

Unchecked Copy BoxPsa 44:13 - (LXX 43:14ἔθου ἡμᾶς ὄνειδος τοῗς γείτοσιν ἡμῶν μυκτηρισμὸν καὶ καταγέλωτα τοῗς κύκλῳ ἡμῶν

Unchecked Copy BoxPsa 44:14 - (LXX 43:15ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῗς ἔθνεσιν κίνησιν κεφαλῆς ἐν τοῗς λαοῗς

Unchecked Copy BoxPsa 44:15 - (LXX 43:16ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μού ἐστιν καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέν με

Unchecked Copy BoxPsa 44:16 - (LXX 43:17ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ παραλαλοῦντος ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος

Unchecked Copy BoxPsa 44:17 - (LXX 43:18ταῦτα πάντα ἦλθεν ἐφ᾽ ἡμᾶς καὶ οὐκ ἐπελαθόμεθά σου καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου

Unchecked Copy BoxPsa 44:18 - (LXX 43:19καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου

Unchecked Copy BoxPsa 44:19 - (LXX 43:20ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου

Unchecked Copy BoxPsa 44:20 - (LXX 43:21εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ θεοῦ ἡμῶν καὶ εἰ διεπετάσαμεν χεῗρας ἡμῶν πρὸς θεὸν ἀλλότριον

Unchecked Copy BoxPsa 44:21 - (LXX 43:22οὐχὶ ὁ θεὸς ἐκζητήσει ταῦτα αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας

Unchecked Copy BoxPsa 44:22 - (LXX 43:23ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς

Unchecked Copy BoxPsa 44:23 - (LXX 43:24ἐξεγέρθητι ἵνα τί ὑπνοῗς κύριε ἀνάστηθι καὶ μὴ ἀπώσῃ εἰς τέλος

Unchecked Copy BoxPsa 44:24 - (LXX 43:25ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν

Unchecked Copy BoxPsa 44:25 - (LXX 43:26ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν

Unchecked Copy BoxPsa 44:26 - (LXX 43:27ἀνάστα κύριε βοήθησον ἡμῗν καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1