LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Ιώβ (Psalm) 44 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxPsa 44:1 - (LXX 43:1)εἰς τὸ τέλος τοῖς υἱοῖς Κορε εἰς σύνεσιν ψαλμός (43:2) θεός ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν ἐν ἡμέραις ἀρχαίαις
Unchecked Copy BoxPsa 44:2 - (LXX 43:3) χείρ σου ἔθνη ἐξωλέθρευσεν καὶ κατεφύτευσας αὐτούς ἐκάκωσας λαοὺς καὶ ἐξέβαλες αὐτούς
Unchecked Copy BoxPsa 44:3 - (LXX 43:4)οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν καὶ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς ἀλλ᾽ δεξιά σου καὶ βραχίων σου καὶ φωτισμὸς τοῦ προσώπου σου ὅτι εὐδόκησας ἐν αὐτοῖς
Unchecked Copy BoxPsa 44:4 - (LXX 43:5)σὺ εἶ αὐτὸς βασιλεύς μου καὶ θεός μου ἐντελλόμενος τὰς σωτηρίας Ιακωβ
Unchecked Copy BoxPsa 44:5 - (LXX 43:6)ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν καὶ ἐν τῷ ὀνόματί σου ἐξουθενώσομεν τοὺς ἐπανιστανομένους ἡμῖν
Unchecked Copy BoxPsa 44:6 - (LXX 43:7)οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ καὶ ῥομφαία μου οὐ σώσει με
Unchecked Copy BoxPsa 44:7 - (LXX 43:8)ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας
Unchecked Copy BoxPsa 44:8 - (LXX 43:9)ἐν τῷ θεῷ ἐπαινεσθησόμεθα ὅλην τὴν ἡμέραν καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰῶνα διάψαλμα
Unchecked Copy BoxPsa 44:9 - (LXX 43:10)νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν
Unchecked Copy BoxPsa 44:10 - (LXX 43:11)ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς
Unchecked Copy BoxPsa 44:11 - (LXX 43:12)ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως καὶ ἐν τοῖς ἔθνεσιν διέσπειρας ἡμᾶς
Unchecked Copy BoxPsa 44:12 - (LXX 43:13)ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλλάγμασιν αὐτῶν
Unchecked Copy BoxPsa 44:13 - (LXX 43:14)ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν μυκτηρισμὸν καὶ καταγέλωτα τοῖς κύκλῳ ἡμῶν
Unchecked Copy BoxPsa 44:14 - (LXX 43:15)ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσιν κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς
Unchecked Copy BoxPsa 44:15 - (LXX 43:16)ὅλην τὴν ἡμέραν ἐντροπή μου κατεναντίον μού ἐστιν καὶ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέν με
Unchecked Copy BoxPsa 44:16 - (LXX 43:17)ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ παραλαλοῦντος ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος
Unchecked Copy BoxPsa 44:17 - (LXX 43:18)ταῦτα πάντα ἦλθεν ἐφ᾽ ἡμᾶς καὶ οὐκ ἐπελαθόμεθά σου καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου
Unchecked Copy BoxPsa 44:18 - (LXX 43:19)καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω καρδία ἡμῶν καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου
Unchecked Copy BoxPsa 44:19 - (LXX 43:20)ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου
Unchecked Copy BoxPsa 44:20 - (LXX 43:21)εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ θεοῦ ἡμῶν καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς θεὸν ἀλλότριον
Unchecked Copy BoxPsa 44:21 - (LXX 43:22)οὐχὶ θεὸς ἐκζητήσει ταῦτα αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας
Unchecked Copy BoxPsa 44:22 - (LXX 43:23)ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς
Unchecked Copy BoxPsa 44:23 - (LXX 43:24)ἐξεγέρθητι ἵνα τί ὑπνοῖς κύριε ἀνάστηθι καὶ μὴ ἀπώσῃ εἰς τέλος
Unchecked Copy BoxPsa 44:24 - (LXX 43:25)ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν
Unchecked Copy BoxPsa 44:25 - (LXX 43:26)ὅτι ἐταπεινώθη εἰς χοῦν ψυχὴ ἡμῶν ἐκολλήθη εἰς γῆν γαστὴρ ἡμῶν
Unchecked Copy BoxPsa 44:26 - (LXX 43:27)ἀνάστα κύριε βοήθησον ἡμῖν καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan