The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Tehillim (Psalms) 44 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxPsa 44:1 - (LXX 43:1)εἰς τὸ τέλος τοῗς υἱοῗς Κορε εἰς σύνεσιν ψαλμός (43:2)ὁ θεός ἐν τοῗς ὠσὶν ἡμῶν ἠκούσαμεν οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῗν ἔργον ὃ εἰργάσω ἐν ταῗς ἡμέραις αὐτῶν ἐν ἡμέραις ἀρχαίαις

Unchecked Copy BoxPsa 44:2 - (LXX 43:3)ἡ χείρ σου ἔθνη ἐξωλέθρευσεν καὶ κατεφύτευσας αὐτούς ἐκάκωσας λαοὺς καὶ ἐξέβαλες αὐτούς

Unchecked Copy BoxPsa 44:3 - (LXX 43:4)οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς ἀλλ᾽ ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου ὅτι εὐδόκησας ἐν αὐτοῗς

Unchecked Copy BoxPsa 44:4 - (LXX 43:5)σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ θεός μου ὁ ἐντελλόμενος τὰς σωτηρίας Ιακωβ

Unchecked Copy BoxPsa 44:5 - (LXX 43:6)ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν καὶ ἐν τῷ ὀνόματί σου ἐξουθενώσομεν τοὺς ἐπανιστανομένους ἡμῗν

Unchecked Copy BoxPsa 44:6 - (LXX 43:7)οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ καὶ ἡ ῥομφαία μου οὐ σώσει με

Unchecked Copy BoxPsa 44:7 - (LXX 43:8)ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας

Unchecked Copy BoxPsa 44:8 - (LXX 43:9)ἐν τῷ θεῷ ἐπαινεσθησόμεθα ὅλην τὴν ἡμέραν καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰῶνα διάψαλμα

Unchecked Copy BoxPsa 44:9 - (LXX 43:10)νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς καὶ οὐκ ἐξελεύσῃ ἐν ταῗς δυνάμεσιν ἡμῶν

Unchecked Copy BoxPsa 44:10 - (LXX 43:11)ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῗς

Unchecked Copy BoxPsa 44:11 - (LXX 43:12)ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως καὶ ἐν τοῗς ἔθνεσιν διέσπειρας ἡμᾶς

Unchecked Copy BoxPsa 44:12 - (LXX 43:13)ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς καὶ οὐκ ἦν πλῆθος ἐν τοῗς ἀλλάγμασιν αὐτῶν

Unchecked Copy BoxPsa 44:13 - (LXX 43:14)ἔθου ἡμᾶς ὄνειδος τοῗς γείτοσιν ἡμῶν μυκτηρισμὸν καὶ καταγέλωτα τοῗς κύκλῳ ἡμῶν

Unchecked Copy BoxPsa 44:14 - (LXX 43:15)ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῗς ἔθνεσιν κίνησιν κεφαλῆς ἐν τοῗς λαοῗς

Unchecked Copy BoxPsa 44:15 - (LXX 43:16)ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μού ἐστιν καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέν με

Unchecked Copy BoxPsa 44:16 - (LXX 43:17)ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ παραλαλοῦντος ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος

Unchecked Copy BoxPsa 44:17 - (LXX 43:18)ταῦτα πάντα ἦλθεν ἐφ᾽ ἡμᾶς καὶ οὐκ ἐπελαθόμεθά σου καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου

Unchecked Copy BoxPsa 44:18 - (LXX 43:19)καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου

Unchecked Copy BoxPsa 44:19 - (LXX 43:20)ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου

Unchecked Copy BoxPsa 44:20 - (LXX 43:21)εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ θεοῦ ἡμῶν καὶ εἰ διεπετάσαμεν χεῗρας ἡμῶν πρὸς θεὸν ἀλλότριον

Unchecked Copy BoxPsa 44:21 - (LXX 43:22)οὐχὶ ὁ θεὸς ἐκζητήσει ταῦτα αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας

Unchecked Copy BoxPsa 44:22 - (LXX 43:23)ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς

Unchecked Copy BoxPsa 44:23 - (LXX 43:24)ἐξεγέρθητι ἵνα τί ὑπνοῗς κύριε ἀνάστηθι καὶ μὴ ἀπώσῃ εἰς τέλος

Unchecked Copy BoxPsa 44:24 - (LXX 43:25)ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν

Unchecked Copy BoxPsa 44:25 - (LXX 43:26)ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν

Unchecked Copy BoxPsa 44:26 - (LXX 43:27)ἀνάστα κύριε βοήθησον ἡμῗν καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1