MGNT

MGNT

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Β΄ Κορινθίους (2 Corinthians) 11 :: Morphological Greek New Testament (MGNT)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy Box2Co 11:1 - ὄφελον ἀνείχεσθέ μου μικρόν τι ἀφροσύνης ἀλλὰ καὶ ἀνέχεσθέ μου
Unchecked Copy Box2Co 11:2 - ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ
Unchecked Copy Box2Co 11:3 - φοβοῦμαι δὲ μή πως ὡς ὄφις ἐξηπάτησεν Εὕαν ἐν τῇ πανουργίᾳ αὐτοῦ φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος καὶ τῆς ἁγνότητος τῆς εἰς τὸν Χριστόν
Unchecked Copy Box2Co 11:4 - εἰ μὲν γὰρ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν πνεῦμα ἕτερον λαμβάνετε οὐκ ἐλάβετε εὐαγγέλιον ἕτερον οὐκ ἐδέξασθε καλῶς ἀνέχεσθε
Unchecked Copy Box2Co 11:5 - λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων
Unchecked Copy Box2Co 11:6 - εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ ἀλλ᾽ οὐ τῇ γνώσει ἀλλ᾽ ἐν παντὶ φανερώσαντες ἐν πᾶσιν εἰς ὑμᾶς
Unchecked Copy Box2Co 11:7 - ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε ὅτι δωρεὰν τὸ τοῦ θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν
Unchecked Copy Box2Co 11:8 - ἄλλας ἐκκλησίας ἐσύλησα λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν
Unchecked Copy Box2Co 11:9 - καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς οὐ κατενάρκησα οὐθενός τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας καὶ ἐν παντὶ ἀβαρῆ ἐμαυτὸν ὑμῖν ἐτήρησα καὶ τηρήσω
Unchecked Copy Box2Co 11:10 - ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ ὅτι καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασιν τῆς Ἀχαΐας
Unchecked Copy Box2Co 11:11 - διὰ τί ὅτι οὐκ ἀγαπῶ ὑμᾶς θεὸς οἶδεν
Unchecked Copy Box2Co 11:12 - δὲ ποιῶ καὶ ποιήσω ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν ἵνα ἐν καυχῶνται εὑρεθῶσιν καθὼς καὶ ἡμεῖς
Unchecked Copy Box2Co 11:13 - οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι ἐργάται δόλιοι μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ
Unchecked Copy Box2Co 11:14 - καὶ οὐ θαῦμα αὐτὸς γὰρ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός
Unchecked Copy Box2Co 11:15 - οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν
Unchecked Copy Box2Co 11:16 - πάλιν λέγω μή τίς με δόξῃ ἄφρονα εἶναι εἰ δὲ μή γε κἂν ὡς ἄφρονα δέξασθέ με ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι
Unchecked Copy Box2Co 11:17 - λαλῶ οὐ κατὰ κύριον λαλῶ ἀλλ᾽ ὡς ἐν ἀφροσύνῃ ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως
Unchecked Copy Box2Co 11:18 - ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα κἀγὼ καυχήσομαι
Unchecked Copy Box2Co 11:19 - ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων φρόνιμοι ὄντες
Unchecked Copy Box2Co 11:20 - ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ εἴ τις κατεσθίει εἴ τις λαμβάνει εἴ τις ἐπαίρεται εἴ τις εἰς πρόσωπον ὑμᾶς δέρει
Unchecked Copy Box2Co 11:21 - κατὰ ἀτιμίαν λέγω ὡς ὅτι ἡμεῖς ἠσθενήκαμεν ἐν δ᾽ ἄν τις τολμᾷ ἐν ἀφροσύνῃ λέγω τολμῶ κἀγώ
Unchecked Copy Box2Co 11:22 - Ἑβραῖοί εἰσιν κἀγώ Ἰσραηλῖταί εἰσιν κἀγώ σπέρμα Ἀβραάμ εἰσιν κἀγώ
Unchecked Copy Box2Co 11:23 - διάκονοι Χριστοῦ εἰσιν παραφρονῶν λαλῶ ὑπὲρ ἐγώ ἐν κόποις περισσοτέρως ἐν φυλακαῖς περισσοτέρως ἐν πληγαῖς ὑπερβαλλόντως ἐν θανάτοις πολλάκις
Unchecked Copy Box2Co 11:24 - ὑπὸ Ἰουδαίων πεντάκις τεσσεράκοντα παρὰ μίαν ἔλαβον
Unchecked Copy Box2Co 11:25 - τρὶς ἐραβδίσθην ἅπαξ ἐλιθάσθην τρὶς ἐναυάγησα νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα
Unchecked Copy Box2Co 11:26 - ὁδοιπορίαις πολλάκις κινδύνοις ποταμῶν κινδύνοις λῃστῶν κινδύνοις ἐκ γένους κινδύνοις ἐξ ἐθνῶν κινδύνοις ἐν πόλει κινδύνοις ἐν ἐρημίᾳ κινδύνοις ἐν θαλάσσῃ κινδύνοις ἐν ψευδαδέλφοις
Unchecked Copy Box2Co 11:27 - κόπῳ καὶ μόχθῳ ἐν ἀγρυπνίαις πολλάκις ἐν λιμῷ καὶ δίψει ἐν νηστείαις πολλάκις ἐν ψύχει καὶ γυμνότητι
Unchecked Copy Box2Co 11:28 - χωρὶς τῶν παρεκτὸς ἐπίστασίς μοι καθ᾽ ἡμέραν μέριμνα πασῶν τῶν ἐκκλησιῶν
Unchecked Copy Box2Co 11:29 - τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι
Unchecked Copy Box2Co 11:30 - εἰ καυχᾶσθαι δεῖ τὰ τῆς ἀσθενείας μου καυχήσομαι
Unchecked Copy Box2Co 11:31 - θεὸς καὶ πατὴρ τοῦ κυρίου Ἰησοῦ οἶδεν ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας ὅτι οὐ ψεύδομαι
Unchecked Copy Box2Co 11:32 - ἐν Δαμασκῷ ἐθνάρχης Ἁρέτα τοῦ βασιλέως ἐφρούρει τὴν πόλιν Δαμασκηνῶν πιάσαι με
Unchecked Copy Box2Co 11:33 - καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

BLB Searches
Search the Bible
MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
MGNT

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan