LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Ψαλμοί (Job) 6 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxJob 6:1 - ὑπολαβὼν δὲ Ιωβ λέγει
Unchecked Copy BoxJob 6:2 - εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν
Unchecked Copy BoxJob 6:3 - καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται ἀλλ᾽ ὡς ἔοικεν τὰ ῥήματά μού ἐστιν φαῦλα
Unchecked Copy BoxJob 6:4 - βέλη γὰρ κυρίου ἐν τῷ σώματί μού ἐστιν ὧν θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα ὅταν ἄρξωμαι λαλεῖν κεντοῦσί με
Unchecked Copy BoxJob 6:5 - τί γάρ μὴ διὰ κενῆς κεκράξεται ὄνος ἄγριος ἀλλ᾽ τὰ σῖτα ζητῶν εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα
Unchecked Copy BoxJob 6:6 - εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός εἰ δὲ καὶ ἔστιν γεῦμα ἐν ῥήμασιν κενοῖς
Unchecked Copy BoxJob 6:7 - οὐ δύναται γὰρ παύσασθαί μου ψυχή βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος
Unchecked Copy BoxJob 6:8 - εἰ γὰρ δῴη καὶ ἔλθοι μου αἴτησις καὶ τὴν ἐλπίδα μου δῴη κύριος
Unchecked Copy BoxJob 6:9 - ἀρξάμενος κύριος τρωσάτω με εἰς τέλος δὲ μή με ἀνελέτω
Unchecked Copy BoxJob 6:10 - εἴη δέ μου πόλις τάφος ἐφ᾽ ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ᾽ αὐτῆς οὐ μὴ φείσωμαι οὐ γὰρ ἐψευσάμην ῥήματα ἅγια θεοῦ μου
Unchecked Copy BoxJob 6:11 - τίς γάρ μου ἰσχύς ὅτι ὑπομένω τίς μου χρόνος ὅτι ἀνέχεταί μου ψυχή
Unchecked Copy BoxJob 6:12 - μὴ ἰσχὺς λίθων ἰσχύς μου αἱ σάρκες μού εἰσιν χάλκειαι
Unchecked Copy BoxJob 6:13 - οὐκ ἐπ᾽ αὐτῷ ἐπεποίθειν βοήθεια δὲ ἀπ᾽ ἐμοῦ ἄπεστιν
Unchecked Copy BoxJob 6:14 - ἀπείπατό με ἔλεος ἐπισκοπὴ δὲ κυρίου ὑπερεῖδέν με
Unchecked Copy BoxJob 6:15 - οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου ὥσπερ χειμάρρους ἐκλείπων ὥσπερ κῦμα παρῆλθόν με
Unchecked Copy BoxJob 6:16 - οἵτινές με διευλαβοῦντο νῦν ἐπιπεπτώκασίν μοι ὥσπερ χιὼν κρύσταλλος πεπηγώς
Unchecked Copy BoxJob 6:17 - καθὼς τακεῖσα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἦν
Unchecked Copy BoxJob 6:18 - οὕτως κἀγὼ κατελείφθην ὑπὸ πάντων ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην
Unchecked Copy BoxJob 6:19 - ἴδετε ὁδοὺς Θαιμανων ἀτραποὺς Σαβων οἱ διορῶντες
Unchecked Copy BoxJob 6:20 - καὶ αἰσχύνην ὀφειλήσουσιν οἱ ἐπὶ πόλεσιν καὶ χρήμασιν πεποιθότες
Unchecked Copy BoxJob 6:21 - ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε
Unchecked Copy BoxJob 6:22 - τί γάρ μή τι ὑμᾶς ᾔτησα τῆς παρ᾽ ὑμῶν ἰσχύος ἐπιδέομαι
Unchecked Copy BoxJob 6:23 - ὥστε σῶσαί με ἐξ ἐχθρῶν ἐκ χειρὸς δυναστῶν ῥύσασθαί με
Unchecked Copy BoxJob 6:24 - διδάξατέ με ἐγὼ δὲ κωφεύσω εἴ τι πεπλάνημαι φράσατέ μοι
Unchecked Copy BoxJob 6:25 - ἀλλ᾽ ὡς ἔοικεν φαῦλα ἀληθινοῦ ῥήματα οὐ γὰρ παρ᾽ ὑμῶν ἰσχὺν αἰτοῦμαι
Unchecked Copy BoxJob 6:26 - οὐδὲ ἔλεγχος ὑμῶν ῥήμασίν με παύσει οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι
Unchecked Copy BoxJob 6:27 - πλὴν ὅτι ἐπ᾽ ὀρφανῷ ἐπιπίπτετε ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν
Unchecked Copy BoxJob 6:28 - νυνὶ δὲ εἰσβλέψας εἰς πρόσωπα ὑμῶν οὐ ψεύσομαι
Unchecked Copy BoxJob 6:29 - καθίσατε δὴ καὶ μὴ εἴη ἄδικον καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε
Unchecked Copy BoxJob 6:30 - οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan