The Blue Letter Bible
BLB Searches
Search the Bible
Search MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search MGNT

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

KATA LOUKAN (Luke) 17 :: Morphological Greek New Testament (MGNT)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxLuk 17:1 - εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ ἀνένδεκτόν ἐστιν τοῦ τὰ σκάνδαλα μὴ ἐλθεῖν πλὴν οὐαὶ δι᾽ οὗ ἔρχεται

Unchecked Copy BoxLuk 17:2 - λυσιτελεῖ αὐτῷ εἰ λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ τῶν μικρῶν τούτων ἕνα

Unchecked Copy BoxLuk 17:3 - προσέχετε ἑαυτοῖς ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου ἐπιτίμησον αὐτῷ καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῷ

Unchecked Copy BoxLuk 17:4 - καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμαρτήσῃ εἰς σὲ καὶ ἑπτάκις ἐπιστρέψῃ πρὸς σὲ λέγων μετανοῶ ἀφήσεις αὐτῷ

Unchecked Copy BoxLuk 17:5 - καὶ εἶπαν οἱ ἀπόστολοι τῷ κυρίῳ πρόσθες ἡμῖν πίστιν

Unchecked Copy BoxLuk 17:6 - εἶπεν δὲ ὁ κύριος εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ καὶ ὑπήκουσεν ἂν ὑμῖν

Unchecked Copy BoxLuk 17:7 - τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ αὐτῷ εὐθέως παρελθὼν ἀνάπεσε

Unchecked Copy BoxLuk 17:8 - ἀλλ᾽ οὐχὶ ἐρεῖ αὐτῷ ἑτοίμασον τί δειπνήσω καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ

Unchecked Copy BoxLuk 17:9 - μὴ ἔχει χάριν τῷ δούλῳ ὅτι ἐποίησεν τὰ διαταχθέντα

Unchecked Copy BoxLuk 17:10 - οὕτως καὶ ὑμεῖς ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν λέγετε ὅτι δοῦλοι ἀχρεῖοί ἐσμεν ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν

Unchecked Copy BoxLuk 17:11 - καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι εἰς Ἰερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ μέσον Σαμαρείας καὶ Γαλιλαίας

Unchecked Copy BoxLuk 17:12 - καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες οἳ ἔστησαν πόρρωθεν

Unchecked Copy BoxLuk 17:13 - καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες Ἰησοῦ ἐπιστάτα ἐλέησον ἡμᾶς

Unchecked Copy BoxLuk 17:14 - καὶ ἰδὼν εἶπεν αὐτοῖς πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν

Unchecked Copy BoxLuk 17:15 - εἷς δὲ ἐξ αὐτῶν ἰδὼν ὅτι ἰάθη ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν

Unchecked Copy BoxLuk 17:16 - καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ καὶ αὐτὸς ἦν Σαμαρίτης

Unchecked Copy BoxLuk 17:17 - ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν οἱ δὲ ἐννέα ποῦ

Unchecked Copy BoxLuk 17:18 - οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος

Unchecked Copy BoxLuk 17:19 - καὶ εἶπεν αὐτῷ ἀναστὰς πορεύου ἡ πίστις σου σέσωκέν σε

Unchecked Copy BoxLuk 17:20 - ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν οὐκ ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως

Unchecked Copy BoxLuk 17:21 - οὐδὲ ἐροῦσιν ἰδοὺ ὧδε ἤ ἐκεῖ ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστιν

Unchecked Copy BoxLuk 17:22 - εἶπεν δὲ πρὸς τοὺς μαθητάς ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὄψεσθε

Unchecked Copy BoxLuk 17:23 - καὶ ἐροῦσιν ὑμῖν ἰδοὺ ἐκεῖ ἤ ἰδοὺ ὧδε μὴ ἀπέλθητε μηδὲ διώξητε

Unchecked Copy BoxLuk 17:24 - ὥσπερ γὰρ ἡ ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν εἰς τὴν ὑπ᾽ οὐρανὸν λάμπει οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ ἡμέρᾳ αὐτοῦ

Unchecked Copy BoxLuk 17:25 - πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης

Unchecked Copy BoxLuk 17:26 - καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου

Unchecked Copy BoxLuk 17:27 - ἤσθιον ἔπινον ἐγάμουν ἐγαμίζοντο ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν πάντας

Unchecked Copy BoxLuk 17:28 - ὁμοίως καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ ἤσθιον ἔπινον ἠγόραζον ἐπώλουν ἐφύτευον ᾠκοδόμουν

Unchecked Copy BoxLuk 17:29 - ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ᾽ οὐρανοῦ καὶ ἀπώλεσεν πάντας

Unchecked Copy BoxLuk 17:30 - κατὰ τὰ αὐτὰ ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται

Unchecked Copy BoxLuk 17:31 - ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ μὴ καταβάτω ἆραι αὐτά καὶ ὁ ἐν ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω

Unchecked Copy BoxLuk 17:32 - μνημονεύετε τῆς γυναικὸς Λώτ

Unchecked Copy BoxLuk 17:33 - ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ περιποιήσασθαι ἀπολέσει αὐτήν ὃς δ᾽ ἂν ἀπολέσῃ ζῳογονήσει αὐτήν

Unchecked Copy BoxLuk 17:34 - λέγω ὑμῖν ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς ὁ εἷς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται

Unchecked Copy BoxLuk 17:35 - ἔσονται δύο ἀλήθουσαι ἐπὶ τὸ αὐτό ἡ μία παραλημφθήσεται ἡ δὲ ἑτέρα ἀφεθήσεται

Unchecked Copy BoxLuk 17:37 - καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ ποῦ κύριε ὁ δὲ εἶπεν αὐτοῖς ὅπου τὸ σῶμα ἐκεῖ καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται
BLB Footnotes for the MGNT
This verse is omitted from the Morphological Greek New Testament.  
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to James Tauber who has made this resource freely available.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search MGNT
Your Bible Version is the MGNT
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1

Donate Contact

Blue Letter Bible study tools make reading, searching and studying the Bible easy and rewarding.

Hotjar - Unlimited insights from your web and mobile sites

Blue Letter Bible is a 501(c)(3) nonprofit organization