MGNT

MGNT

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Μάρκος (Mark) 5 :: Morphological Greek New Testament (MGNT)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
(Mat 8:28–9:1; Luk 8:26–39 )
Unchecked Copy BoxMar 5:1 - καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν Γερασηνῶν
Unchecked Copy BoxMar 5:2 - καὶ ἐξελθόντος αὐτοῦ ἐκ τοῦ πλοίου εὐθὺς ὑπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ
Unchecked Copy BoxMar 5:3 - ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν καὶ οὐδὲ ἁλύσει οὐκέτι οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι
Unchecked Copy BoxMar 5:4 - διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσιν δεδέσθαι καὶ διεσπάσθαι ὑπ᾽ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι καὶ οὐδεὶς ἴσχυεν αὐτὸν δαμάσαι
Unchecked Copy BoxMar 5:5 - καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις
Unchecked Copy BoxMar 5:6 - καὶ ἰδὼν τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμεν καὶ προσεκύνησεν αὐτῷ
Unchecked Copy BoxMar 5:7 - καὶ κράξας φωνῇ μεγάλῃ λέγει τί ἐμοὶ καὶ σοί Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου ὁρκίζω σε τὸν θεόν μή με βασανίσῃς
Unchecked Copy BoxMar 5:8 - ἔλεγεν γὰρ αὐτῷ ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου
Unchecked Copy BoxMar 5:9 - καὶ ἐπηρώτα αὐτόν τί ὄνομά σοι καὶ λέγει αὐτῷ λεγιὼν ὄνομά μοι ὅτι πολλοί ἐσμεν
Unchecked Copy BoxMar 5:10 - καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτὰ ἀποστείλῃ ἔξω τῆς χώρας
Unchecked Copy BoxMar 5:11 - ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη
Unchecked Copy BoxMar 5:12 - καὶ παρεκάλεσαν αὐτὸν λέγοντες πέμψον ἡμᾶς εἰς τοὺς χοίρους ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν
Unchecked Copy BoxMar 5:13 - καὶ ἐπέτρεψεν αὐτοῖς καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους καὶ ὥρμησεν ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν ὡς δισχίλιοι καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ
Unchecked Copy BoxMar 5:14 - καὶ οἱ βόσκοντες αὐτοὺς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς καὶ ἦλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός
Unchecked Copy BoxMar 5:15 - καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον ἱματισμένον καὶ σωφρονοῦντα τὸν ἐσχηκότα τὸν λεγιῶνα καὶ ἐφοβήθησαν
Unchecked Copy BoxMar 5:16 - καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων
Unchecked Copy BoxMar 5:17 - καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν
Unchecked Copy BoxMar 5:18 - καὶ ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν δαιμονισθεὶς ἵνα μετ᾽ αὐτοῦ
Unchecked Copy BoxMar 5:19 - καὶ οὐκ ἀφῆκεν αὐτόν ἀλλὰ λέγει αὐτῷ ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς καὶ ἀπάγγειλον αὐτοῖς ὅσα κύριός σοι πεποίηκεν καὶ ἠλέησέν σε
Unchecked Copy BoxMar 5:20 - καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ Ἰησοῦς καὶ πάντες ἐθαύμαζον
(Mat 9:18–26; Luk 8:40–56 )
Unchecked Copy BoxMar 5:21 - καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπ᾽ αὐτόν καὶ ἦν παρὰ τὴν θάλασσαν
Unchecked Copy BoxMar 5:22 - καὶ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων ὀνόματι Ἰάϊρος καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ
Unchecked Copy BoxMar 5:23 - καὶ παρακαλεῖ αὐτὸν πολλὰ λέγων ὅτι τὸ θυγάτριόν μου ἐσχάτως ἔχει ἵνα ἐλθὼν ἐπιθῇς τὰς χεῖρας αὐτῇ ἵνα σωθῇ καὶ ζήσῃ
Unchecked Copy BoxMar 5:24 - καὶ ἀπῆλθεν μετ᾽ αὐτοῦ καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς καὶ συνέθλιβον αὐτόν
Unchecked Copy BoxMar 5:25 - καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος δώδεκα ἔτη
Unchecked Copy BoxMar 5:26 - καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾽ αὐτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα
Unchecked Copy BoxMar 5:27 - ἀκούσασα περὶ τοῦ Ἰησοῦ ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ
Unchecked Copy BoxMar 5:28 - ἔλεγεν γὰρ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ σωθήσομαι
Unchecked Copy BoxMar 5:29 - καὶ εὐθὺς ἐξηράνθη πηγὴ τοῦ αἵματος αὐτῆς καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος
Unchecked Copy BoxMar 5:30 - καὶ εὐθὺς Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν τίς μου ἥψατο τῶν ἱματίων
Unchecked Copy BoxMar 5:31 - καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ βλέπεις τὸν ὄχλον συνθλίβοντά σε καὶ λέγεις τίς μου ἥψατο
Unchecked Copy BoxMar 5:32 - καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν
Unchecked Copy BoxMar 5:33 - δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα εἰδυῖα γέγονεν αὐτῇ ἦλθεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν
Unchecked Copy BoxMar 5:34 - δὲ εἶπεν αὐτῇ θυγάτηρ πίστις σου σέσωκέν σε ὕπαγε εἰς εἰρήνην καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου
Unchecked Copy BoxMar 5:35 - ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι θυγάτηρ σου ἀπέθανεν τί ἔτι σκύλλεις τὸν διδάσκαλον
Unchecked Copy BoxMar 5:36 - δὲ Ἰησοῦς παρακούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ μὴ φοβοῦ μόνον πίστευε
Unchecked Copy BoxMar 5:37 - καὶ οὐκ ἀφῆκεν οὐδένα μετ᾽ αὐτοῦ συνακολουθῆσαι εἰ μὴ τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου
Unchecked Copy BoxMar 5:38 - καὶ ἔρχονται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου καὶ θεωρεῖ θόρυβον καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά
Unchecked Copy BoxMar 5:39 - καὶ εἰσελθὼν λέγει αὐτοῖς τί θορυβεῖσθε καὶ κλαίετε τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει
Unchecked Copy BoxMar 5:40 - καὶ κατεγέλων αὐτοῦ αὐτὸς δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ᾽ αὐτοῦ καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον
Unchecked Copy BoxMar 5:41 - καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ ταλιθα κουμ ἐστιν μεθερμηνευόμενον τὸ κοράσιον σοὶ λέγω ἔγειρε
Unchecked Copy BoxMar 5:42 - καὶ εὐθὺς ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει ἦν γὰρ ἐτῶν δώδεκα καὶ ἐξέστησαν εὐθὺς ἐκστάσει μεγάλῃ
Unchecked Copy BoxMar 5:43 - καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖ τοῦτο καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

BLB Searches
Search the Bible
MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
MGNT

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan