The Blue Letter Bible
BLB Searches
Search the Bible
Search MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search MGNT

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

KATA MAQQAION (Matthew) 20 :: Morphological Greek New Testament (MGNT)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible
Unchecked Copy BoxMat 20:1 - ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ
Unchecked Copy BoxMat 20:2 - συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ
Unchecked Copy BoxMat 20:3 - καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς
Unchecked Copy BoxMat 20:4 - καὶ ἐκείνοις εἶπεν ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν (MGNT 20:5)οἱ δὲ ἀπῆλθον
Unchecked Copy BoxMat 20:5 - πάλιν δὲ ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως
Unchecked Copy BoxMat 20:6 - περὶ δὲ τὴν ἑνδεκάτην ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας καὶ λέγει αὐτοῖς τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί
Unchecked Copy BoxMat 20:7 - λέγουσιν αὐτῷ ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο λέγει αὐτοῖς ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα
Unchecked Copy BoxMat 20:8 - ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων
Unchecked Copy BoxMat 20:9 - καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον
Unchecked Copy BoxMat 20:10 - καὶ ἐλθόντες οἱ πρῶτοι ἐνόμισαν ὅτι πλεῖον λήμψονται καὶ ἔλαβον τὸ ἀνὰ δηνάριον καὶ αὐτοί
Unchecked Copy BoxMat 20:11 - λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου
Unchecked Copy BoxMat 20:12 - λέγοντες οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα
Unchecked Copy BoxMat 20:13 - ὁ δὲ ἀποκριθεὶς ἑνὶ αὐτῶν εἶπεν ἑταῖρε οὐκ ἀδικῶ σε οὐχὶ δηναρίου συνεφώνησάς μοι
Unchecked Copy BoxMat 20:14 - ἆρον τὸ σὸν καὶ ὕπαγε θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί
Unchecked Copy BoxMat 20:15 - ἢ οὐκ ἔξεστίν μοι ὃ θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι
Unchecked Copy BoxMat 20:16 - οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι
(Mar 10:32–34; Luk 18:31–34 )
Unchecked Copy BoxMat 20:17 - καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα μαθητὰς κατ᾽ ἰδίαν καὶ ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς
Unchecked Copy BoxMat 20:18 - ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ
Unchecked Copy BoxMat 20:19 - καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται
(Mar 10:35–45 )
Unchecked Copy BoxMat 20:20 - τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι ἀπ᾽ αὐτοῦ
Unchecked Copy BoxMat 20:21 - ὁ δὲ εἶπεν αὐτῇ τί θέλεις λέγει αὐτῷ εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου
Unchecked Copy BoxMat 20:22 - ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν οὐκ οἴδατε τί αἰτεῖσθε δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν λέγουσιν αὐτῷ δυνάμεθα
Unchecked Copy BoxMat 20:23 - λέγει αὐτοῖς τὸ μὲν ποτήριόν μου πίεσθε τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι ἀλλ᾽ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου
Unchecked Copy BoxMat 20:24 - καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν
Unchecked Copy BoxMat 20:25 - ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν
Unchecked Copy BoxMat 20:26 - οὐχ οὕτως ἔσται ἐν ὑμῖν ἀλλ᾽ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται ὑμῶν διάκονος
Unchecked Copy BoxMat 20:27 - καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ἔσται ὑμῶν δοῦλος
Unchecked Copy BoxMat 20:28 - ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν
(Mar 10:46–52; Luk 18:35–43 )
Unchecked Copy BoxMat 20:29 - καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς
Unchecked Copy BoxMat 20:30 - καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν ἀκούσαντες ὅτι Ἰησοῦς παράγει ἔκραξαν λέγοντες ἐλέησον ἡμᾶς κύριε υἱὸς Δαυίδ
Unchecked Copy BoxMat 20:31 - ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν οἱ δὲ μεῖζον ἔκραξαν λέγοντες ἐλέησον ἡμᾶς κύριε υἱὸς Δαυίδ
Unchecked Copy BoxMat 20:32 - καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν τί θέλετε ποιήσω ὑμῖν
Unchecked Copy BoxMat 20:33 - λέγουσιν αὐτῷ κύριε ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν
Unchecked Copy BoxMat 20:34 - σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ὀμμάτων αὐτῶν καὶ εὐθέως ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτῷ
MGNT Footnotes
Some portions of the New Testament have small, consistent differences in verse numbering between the Greek and English texts.
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to James Tauber who has made this resource freely available.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search MGNT
Your Bible Version is the MGNT
Go to Top
Link to This Page Cite This Page
Share this page Follow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1

Donate Contact

Blue Letter Bible study tools make reading, searching and studying the Bible easy and rewarding.

Hotjar - Unlimited insights from your web and mobile sites

Blue Letter Bible is a 501(c)(3) nonprofit organization