LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Ψαλμοί (Job) 9 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxJob 9:1 - ὑπολαβὼν δὲ Ιωβ λέγει
Unchecked Copy BoxJob 9:2 - ἐπ᾽ ἀληθείας οἶδα ὅτι οὕτως ἐστίν πῶς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ κυρίῳ
Unchecked Copy BoxJob 9:3 - ἐὰν γὰρ βούληται κριθῆναι αὐτῷ οὐ μὴ ὑπακούσῃ αὐτῷ ἵνα μὴ ἀντείπῃ πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων
Unchecked Copy BoxJob 9:4 - σοφὸς γάρ ἐστιν διανοίᾳ κραταιός τε καὶ μέγας τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν
Unchecked Copy BoxJob 9:5 - παλαιῶν ὄρη καὶ οὐκ οἴδασιν καταστρέφων αὐτὰ ὀργῇ
Unchecked Copy BoxJob 9:6 - σείων τὴν ὑπ᾽ οὐρανὸν ἐκ θεμελίων οἱ δὲ στῦλοι αὐτῆς σαλεύονται
Unchecked Copy BoxJob 9:7 - λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει κατὰ δὲ ἄστρων κατασφραγίζει
Unchecked Copy BoxJob 9:8 - τανύσας τὸν οὐρανὸν μόνος καὶ περιπατῶν ὡς ἐπ᾽ ἐδάφους ἐπὶ θαλάσσης
Unchecked Copy BoxJob 9:9 - ποιῶν Πλειάδα καὶ ἕσπερον καὶ ἀρκτοῦρον καὶ ταμίεια νότου
Unchecked Copy BoxJob 9:10 - ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα ἔνδοξά τε καὶ ἐξαίσια ὧν οὐκ ἔστιν ἀριθμός
Unchecked Copy BoxJob 9:11 - ἐὰν ὑπερβῇ με οὐ μὴ ἴδω καὶ ἐὰν παρέλθῃ με οὐδ᾽ ὧς ἔγνων
Unchecked Copy BoxJob 9:12 - ἐὰν ἀπαλλάξῃ τίς ἀποστρέψει τίς ἐρεῖ αὐτῷ τί ἐποίησας
Unchecked Copy BoxJob 9:13 - αὐτὸς γὰρ ἀπέστραπται ὀργήν ὑπ᾽ αὐτοῦ ἐκάμφθησαν κήτη τὰ ὑπ᾽ οὐρανόν
Unchecked Copy BoxJob 9:14 - ἐὰν δέ μου ὑπακούσηται διακρινεῖ τὰ ῥήματά μου
Unchecked Copy BoxJob 9:15 - ἐάν τε γὰρ δίκαιος οὐκ εἰσακούσεταί μου τοῦ κρίματος αὐτοῦ δεηθήσομαι
Unchecked Copy BoxJob 9:16 - ἐάν τε καλέσω καὶ ὑπακούσῃ οὐ πιστεύω ὅτι εἰσακήκοέν μου
Unchecked Copy BoxJob 9:17 - μὴ γνόφῳ με ἐκτρίψῃ πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκεν διὰ κενῆς
Unchecked Copy BoxJob 9:18 - οὐκ ἐᾷ γάρ με ἀναπνεῦσαι ἐνέπλησεν δέ με πικρίας
Unchecked Copy BoxJob 9:19 - ὅτι μὲν γὰρ ἰσχύι κρατεῖ τίς οὖν κρίματι αὐτοῦ ἀντιστήσεται
Unchecked Copy BoxJob 9:20 - ἐὰν γὰρ δίκαιος τὸ στόμα μου ἀσεβήσει ἐάν τε ἄμεμπτος σκολιὸς ἀποβήσομαι
Unchecked Copy BoxJob 9:21 - εἴτε γὰρ ἠσέβησα οὐκ οἶδα τῇ ψυχῇ πλὴν ὅτι ἀφαιρεῖταί μου ζωή
Unchecked Copy BoxJob 9:22 - διὸ εἶπον μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή
Unchecked Copy BoxJob 9:23 - ὅτι φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ ἀλλὰ δίκαιοι καταγελῶνται
Unchecked Copy BoxJob 9:24 - παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς πρόσωπα κριτῶν αὐτῆς συγκαλύπτει εἰ δὲ μὴ αὐτός τίς ἐστιν
Unchecked Copy BoxJob 9:25 - δὲ βίος μού ἐστιν ἐλαφρότερος δρομέως ἀπέδρασαν καὶ οὐκ εἴδοσαν
Unchecked Copy BoxJob 9:26 - καὶ ἔστιν ναυσὶν ἴχνος ὁδοῦ ἀετοῦ πετομένου ζητοῦντος βοράν
Unchecked Copy BoxJob 9:27 - ἐάν τε γὰρ εἴπω ἐπιλήσομαι λαλῶν συγκύψας τῷ προσώπῳ στενάξω
Unchecked Copy BoxJob 9:28 - σείομαι πᾶσιν τοῖς μέλεσιν οἶδα γὰρ ὅτι οὐκ ἀθῷόν με ἐάσεις
Unchecked Copy BoxJob 9:29 - ἐπειδὴ δέ εἰμι ἀσεβής διὰ τί οὐκ ἀπέθανον
Unchecked Copy BoxJob 9:30 - ἐὰν γὰρ ἀπολούσωμαι χιόνι καὶ ἀποκαθάρωμαι χερσὶν καθαραῖς
Unchecked Copy BoxJob 9:31 - ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας ἐβδελύξατο δέ με στολή
Unchecked Copy BoxJob 9:32 - οὐ γὰρ εἶ ἄνθρωπος κατ᾽ ἐμέ ἀντικρινοῦμαι ἵνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν
Unchecked Copy BoxJob 9:33 - εἴθε ἦν μεσίτης ἡμῶν καὶ ἐλέγχων καὶ διακούων ἀνὰ μέσον ἀμφοτέρων
Unchecked Copy BoxJob 9:34 - ἀπαλλαξάτω ἀπ᾽ ἐμοῦ τὴν ῥάβδον δὲ φόβος αὐτοῦ μή με στροβείτω
Unchecked Copy BoxJob 9:35 - καὶ οὐ μὴ φοβηθῶ ἀλλὰ λαλήσω οὐ γὰρ οὕτω συνεπίσταμαι
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan