TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Μάρκος (Mark) 10 :: Textus Receptus (TR)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
(Mat 19:1–9 )
Unchecked Copy BoxMar 10:1 - Κακεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας διὰ τοῦ πέραν τοῦ Ἰορδάνου Καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς
Unchecked Copy BoxMar 10:2 - καὶ προσελθόντες οἱ Φαρισαῖοι ἐπηρώτησαν αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι πειράζοντες αὐτόν
Unchecked Copy BoxMar 10:3 - δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς Τί ὑμῖν ἐνετείλατο Μωσῆς
Unchecked Copy BoxMar 10:4 - οἱ δὲ εἶπον, Μωσῆς Ἐπέτρεψεν βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι
Unchecked Copy BoxMar 10:5 - Καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτοῖς Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην
Unchecked Copy BoxMar 10:6 - ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς θεός
Unchecked Copy BoxMar 10:7 - ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ
Unchecked Copy BoxMar 10:8 - καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ
Unchecked Copy BoxMar 10:9 - οὖν θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω
Unchecked Copy BoxMar 10:10 - Καὶ ἐν τῇ οἰκίᾳ πάλιν οἱ μαθηταὶ αὐτοῦ περὶ τοῦ αὐτοῦ ἐπηρώτησαν αὐτόν
Unchecked Copy BoxMar 10:11 - καὶ λέγει αὐτοῖς Ὃς ἐὰν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπ᾽ αὐτήν·
Unchecked Copy BoxMar 10:12 - καὶ ἐὰν γυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὐτῆς καὶ γαμηθῆ ἄλλῳ, μοιχᾶται
(Mat 19:13–15; Luk 18:15–17 )
Unchecked Copy BoxMar 10:13 - Καὶ προσέφερον αὐτῷ παιδία ἵνα ἅψηται αὐτῶν· οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν
Unchecked Copy BoxMar 10:14 - ἰδὼν δὲ Ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά τῶν γὰρ τοιούτων ἐστὶν βασιλεία τοῦ θεοῦ
Unchecked Copy BoxMar 10:15 - ἀμὴν λέγω ὑμῖν ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν
Unchecked Copy BoxMar 10:16 - καὶ ἐναγκαλισάμενος αὐτὰ τιθεὶς τὰς χεῖρας ἐπ᾽ αὐτά ηὐλόγει αὐτὰ,
(Mat 19:16–22; Luk 18:18–23 )
Unchecked Copy BoxMar 10:17 - Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν Διδάσκαλε ἀγαθέ τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω
Unchecked Copy BoxMar 10:18 - δὲ Ἰησοῦς εἶπεν αὐτῷ Τί με λέγεις ἀγαθόν οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς θεός
Unchecked Copy BoxMar 10:19 - τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς Μὴ φονεύσῃς Μὴ κλέψῃς Μὴ ψευδομαρτυρήσῃς Μὴ ἀποστερήσῃς Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα
Unchecked Copy BoxMar 10:20 - δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ Διδάσκαλε ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου
Unchecked Copy BoxMar 10:21 - δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ Ἕν σοί ὑστερεῖ· ὕπαγε ὅσα ἔχεις πώλησον καὶ δὸς τοῖς πτωχοῖς καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ καὶ δεῦρο ἀκολούθει μοι ἄρας τὸν σταυρόν
Unchecked Copy BoxMar 10:22 - δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθεν λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά
(Mat 19:23–30; Luk 18:24–30 )
Unchecked Copy BoxMar 10:23 - Καὶ περιβλεψάμενος Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελεύσονται
Unchecked Copy BoxMar 10:24 - οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς Τέκνα πῶς δύσκολόν ἐστιν τοὺς πεποιθότας ἐπὶ τοῖς χρήμασιν, εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν·
Unchecked Copy BoxMar 10:25 - εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τῆς τρυμαλιᾶς τῆς ῥαφίδος εἰσελθεῖν πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν
Unchecked Copy BoxMar 10:26 - οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς ἑαυτούς Καὶ τίς δύναται σωθῆναι
Unchecked Copy BoxMar 10:27 - ἐμβλέψας δὲ αὐτοῖς Ἰησοῦς λέγει Παρὰ ἀνθρώποις ἀδύνατον ἀλλ᾽ οὐ παρὰ τῷ θεῷ· πάντα γὰρ δυνατὰ ἐστίν παρὰ τῷ θεῷ
Unchecked Copy BoxMar 10:28 - καὶ ἤρξατο Πέτρος λέγειν αὐτῷ Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι
Unchecked Copy BoxMar 10:29 - ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν Ἀμὴν λέγω ὑμῖν οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἀδελφοὺς ἀδελφὰς πατέρα μητέρα γυναῖκα, τέκνα ἀγροὺς ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου
Unchecked Copy BoxMar 10:30 - ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ μητέρας καὶ τέκνα καὶ ἀγροὺς μετὰ διωγμῶν καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον
Unchecked Copy BoxMar 10:31 - πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ οἱ ἔσχατοι πρῶτοι
(Mat 20:17–19; Luk 18:31–34 )
Unchecked Copy BoxMar 10:32 - Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα καὶ ἦν προάγων αὐτοὺς Ἰησοῦς καὶ ἐθαμβοῦντο καὶ ἀκολουθοῦντες ἐφοβοῦντο καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν
Unchecked Copy BoxMar 10:33 - ὅτι Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ τοῖς γραμματεῦσιν καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν
Unchecked Copy BoxMar 10:34 - καὶ ἐμπαίξουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἐμπτύσουσιν αὐτῷ καὶ ἀποκτενοῦσιν αὐτὸν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται
(Mat 20:20–28 )
Unchecked Copy BoxMar 10:35 - Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης οἱ υἱοὶ Ζεβεδαίου λέγοντες Διδάσκαλε θέλομεν ἵνα ἐὰν αἰτήσωμέν ποιήσῃς ἡμῖν
Unchecked Copy BoxMar 10:36 - δὲ εἶπεν αὐτοῖς Τί θέλετέ ποιήσαι με ὑμῖν
Unchecked Copy BoxMar 10:37 - οἱ δὲ εἶπον αὐτῷ Δὸς ἡμῖν ἵνα εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμῶν σου καθίσωμεν ἐν τῇ δόξῃ σου
Unchecked Copy BoxMar 10:38 - δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Οὐκ οἴδατε τί αἰτεῖσθε δύνασθε πιεῖν τὸ ποτήριον ἐγὼ πίνω καί τὸ βάπτισμα ἐγὼ βαπτίζομαι βαπτισθῆναι
Unchecked Copy BoxMar 10:39 - οἱ δὲ εἶπον αὐτῷ Δυνάμεθα δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Τὸ μὲν ποτήριον ἐγὼ πίνω πίεσθε καὶ τὸ βάπτισμα ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε
Unchecked Copy BoxMar 10:40 - τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων μου οὐκ ἔστιν ἐμὸν δοῦναι ἀλλ᾽ οἷς ἡτοίμασται
Unchecked Copy BoxMar 10:41 - Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου
Unchecked Copy BoxMar 10:42 - δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς λέγει αὐτοῖς Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν
Unchecked Copy BoxMar 10:43 - οὐχ οὕτως δέ ἔσται ἐν ὑμῖν ἀλλ᾽ ὃς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν ἐσται διάκονος ὑμῶν
Unchecked Copy BoxMar 10:44 - καὶ ὃς ἂν θέλῃ ὑμῶν γενέσθαι πρῶτος ἔσται πάντων δοῦλος·
Unchecked Copy BoxMar 10:45 - καὶ γὰρ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν
(Mat 20:29–34; Luk 18:35–43 )
Unchecked Copy BoxMar 10:46 - Καὶ ἔρχονται εἰς Ἰεριχώ καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ υἱὸς Τιμαίου Βαρτιμαῖος τυφλὸς ἐκάθητο παρὰ τὴν ὁδόν προσαιτῶν
Unchecked Copy BoxMar 10:47 - καὶ ἀκούσας ὅτι Ἰησοῦς Ναζωραῖος ἐστιν ἤρξατο κράζειν καὶ λέγειν ὑιὸς Δαβὶδ Ἰησοῦ ἐλέησόν με
Unchecked Copy BoxMar 10:48 - καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· δὲ πολλῷ μᾶλλον ἔκραζεν Υἱὲ Δαβίδ, ἐλέησόν με
Unchecked Copy BoxMar 10:49 - καὶ στὰς Ἰησοῦς εἶπεν αὐτόν Φωνηθῆναι· καὶ φωνοῦσιν τὸν τυφλὸν λέγοντες αὐτῷ Θάρσει ἔγειραι, φωνεῖ σε
Unchecked Copy BoxMar 10:50 - δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναστὰς ἦλθεν πρὸς τὸν Ἰησοῦν
Unchecked Copy BoxMar 10:51 - καὶ ἀποκριθεὶς λὲγει αὐτῷ Ἰησοῦς Τί θέλεις ποιήσω σοι δὲ τυφλὸς εἶπεν αὐτῷ Ῥαββονί ἵνα ἀναβλέψω
Unchecked Copy BoxMar 10:52 - δὲ Ἰησοῦς εἶπεν αὐτῷ Ὕπαγε πίστις σου σέσωκέν σε καὶ εὐθὲως ἀνέβλεψεν καὶ ἠκολούθει τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan