TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Ματθαίος (Matthew) 26 :: Textus Receptus (TR)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
(Mar 14:1, 2; Luk 22:1, 2; Jhn 11:45–53 )
Unchecked Copy BoxMat 26:1 - Καὶ ἐγένετο ὅτε ἐτέλεσεν Ἰησοῦς πάντας τοὺς λόγους τούτους εἶπεν τοῖς μαθηταῖς αὐτοῦ
Unchecked Copy BoxMat 26:2 - Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται καὶ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι
Unchecked Copy BoxMat 26:3 - Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα
Unchecked Copy BoxMat 26:4 - καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν κρατήσωσιν δόλῳ καὶ ἀποκτείνωσιν·
Unchecked Copy BoxMat 26:5 - ἔλεγον δέ Μὴ ἐν τῇ ἑορτῇ ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ
(Mar 14:3–9; Jhn 12:1–8 )
Unchecked Copy BoxMat 26:6 - Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ
Unchecked Copy BoxMat 26:7 - προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου καὶ κατέχεεν ἐπὶ τῆν κεφαλὴν αὐτοῦ ἀνακειμένου
Unchecked Copy BoxMat 26:8 - ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησαν λέγοντες Εἰς τί ἀπώλεια αὕτη
Unchecked Copy BoxMat 26:9 - ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς
Unchecked Copy BoxMat 26:10 - γνοὺς δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Τί κόπους παρέχετε τῇ γυναικί ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ·
Unchecked Copy BoxMat 26:11 - πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν ἐμὲ δὲ οὐ πάντοτε ἔχετε·
Unchecked Copy BoxMat 26:12 - βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν
Unchecked Copy BoxMat 26:13 - ἀμὴν λέγω ὑμῖν ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ λαληθήσεται καὶ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς
(Mar 14:10, 11; Luk 22:3–6 )
Unchecked Copy BoxMat 26:14 - Τότε πορευθεὶς εἷς τῶν δώδεκα λεγόμενος Ἰούδας Ἰσκαριώτης πρὸς τοὺς ἆρχιερεῖς
Unchecked Copy BoxMat 26:15 - εἶπεν, Τί θέλετέ μοι δοῦναι κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια
Unchecked Copy BoxMat 26:16 - καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ
(Mar 14:12–21; Luk 22:7–13 )
Unchecked Copy BoxMat 26:17 - Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες αὐτῷ Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα
Unchecked Copy BoxMat 26:18 - δὲ εἶπεν Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ διδάσκαλος λέγει καιρός μου ἐγγύς ἐστιν πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου
Unchecked Copy BoxMat 26:19 - καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς Ἰησοῦς καὶ ἡτοίμασαν τὸ πάσχα
Unchecked Copy BoxMat 26:20 - Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα
Unchecked Copy BoxMat 26:21 - καὶ ἐσθιόντων αὐτῶν εἶπεν Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με
Unchecked Copy BoxMat 26:22 - καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν, Μήτι ἐγώ εἰμι κύριε
Unchecked Copy BoxMat 26:23 - δὲ ἀποκριθεὶς εἶπεν ἐμβάψας μετ᾽ ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα οὗτός με παραδώσει
Unchecked Copy BoxMat 26:24 - μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ἄνθρωπος ἐκεῖνος
Unchecked Copy BoxMat 26:25 - ἀποκριθεὶς δὲ Ἰούδας παραδιδοὺς αὐτὸν εἶπεν Μήτι ἐγώ εἰμι ῥαββί λέγει αὐτῷ Σὺ εἶπας
(Mar 14:22–26; Luk 22:14–23; 1Co 11:23–26 )
Unchecked Copy BoxMat 26:26 - Ἐσθιόντων δὲ αὐτῶν λαβὼν Ἰησοῦς τὸν ἄρτον καὶ εὐλογήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς καὶ εἶπεν Λάβετε φάγετε τοῦτό ἐστιν τὸ σῶμά μου
Unchecked Copy BoxMat 26:27 - καὶ λαβὼν τὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων, Πίετε ἐξ αὐτοῦ πάντες
Unchecked Copy BoxMat 26:28 - τοῦτο γάρ ἐστιν τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν
Unchecked Copy BoxMat 26:29 - λέγω δὲ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπ᾽ ἄρτι ἐκ τούτου τοῦ γεννήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾽ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου
Unchecked Copy BoxMat 26:30 - Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν
(Mar 14:27–31; Luk 22:31–34; Jhn 13:36–38 )
Unchecked Copy BoxMat 26:31 - Τότε λέγει αὐτοῖς Ἰησοῦς Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· γέγραπται γάρ, Πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης
Unchecked Copy BoxMat 26:32 - μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν
Unchecked Copy BoxMat 26:33 - ἀποκριθεὶς δὲ Πέτρος εἶπεν αὐτῷ Εἰ καὶ πάντες σκανδαλισθήσονται ἐν σοί ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι
Unchecked Copy BoxMat 26:34 - ἔφη αὐτῷ Ἰησοῦς Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με
Unchecked Copy BoxMat 26:35 - λέγει αὐτῷ Πέτρος Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν οὐ μή σε ἀπαρνήσομαι ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπον
(Mar 14:32–42; Luk 22:39–46 )
Unchecked Copy BoxMat 26:36 - Τότε ἔρχεται μετ᾽ αὐτῶν Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς Καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν προσεύξωμαι ἐκεῖ
Unchecked Copy BoxMat 26:37 - καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν
Unchecked Copy BoxMat 26:38 - τότε λέγει αὐτοῖς Περίλυπός ἐστιν ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾽ ἐμοῦ
Unchecked Copy BoxMat 26:39 - καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων, Πάτερ μου εἰ δυνατόν ἐστιν παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ᾽ ὡς σύ
Unchecked Copy BoxMat 26:40 - καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας καὶ λέγει τῷ Πέτρῳ Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾽ ἐμοῦ
Unchecked Copy BoxMat 26:41 - γρηγορεῖτε καὶ προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον δὲ σὰρξ ἀσθενής
Unchecked Copy BoxMat 26:42 - πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων, Πάτερ μου εἰ οὐ δύναται τοῦτο τὸ ποτὴριον παρελθεῖν ἀπ᾽ ἐμοῦ, ἐὰν μὴ αὐτὸ πίω γενηθήτω τὸ θέλημά σου
Unchecked Copy BoxMat 26:43 - καὶ ἐλθὼν εὑρίσκει αὐτοὺς πάλιν καθεύδοντας ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι
Unchecked Copy BoxMat 26:44 - καὶ ἀφεὶς αὐτοὺς ἀπελθὼν πάλιν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν
Unchecked Copy BoxMat 26:45 - τότε ἔρχεται πρὸς τοὺς μαθητὰς αὐτοῦ καὶ λέγει αὐτοῖς Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε ἰδού, ἤγγικεν ὥρα καὶ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν
Unchecked Copy BoxMat 26:46 - ἐγείρεσθε ἄγωμεν· ἰδού, ἤγγικεν παραδιδούς με
(Mar 14:43–52; Luk 22:47–53; Jhn 18:1–11 )
Unchecked Copy BoxMat 26:47 - Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδού, Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετ᾽ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ
Unchecked Copy BoxMat 26:48 - δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων, Ὃν ἂν φιλήσω αὐτός ἐστιν κρατήσατε αὐτόν
Unchecked Copy BoxMat 26:49 - καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν Χαῖρε ῥαββί καὶ κατεφίλησεν αὐτόν
Unchecked Copy BoxMat 26:50 - δὲ Ἰησοῦς εἶπεν αὐτῷ Ἑταῖρε ἐφ᾽ πάρει τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν
Unchecked Copy BoxMat 26:51 - καὶ ἰδού, εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὖτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἆρχιερέως ἆφεῖλεν αὖτοῦ τὸ ὦτίον
Unchecked Copy BoxMat 26:52 - τότε λέγει αὐτῷ Ἰησοῦς, Ἀπόστρεψόν σου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ ἀπολοῦνται
Unchecked Copy BoxMat 26:53 - δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν πατέρα μου καὶ παραστήσει μοι πλείους δώδεκα λεγεῶνας ἀγγέλων
Unchecked Copy BoxMat 26:54 - πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι
Unchecked Copy BoxMat 26:55 - Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν Ἰησοῦς τοῖς ὄχλοις Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με καθ᾽ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ καὶ οὐκ ἐκρατήσατέ με
Unchecked Copy BoxMat 26:56 - τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον
(Mar 14:53–65; Luk 22:66–71; Jhn 18:12–14, 19–24 )
Unchecked Copy BoxMat 26:57 - Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν
Unchecked Copy BoxMat 26:58 - δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος
Unchecked Copy BoxMat 26:59 - οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως αὐτὸν θανατώσωσιν
Unchecked Copy BoxMat 26:60 - καὶ οὐχ εὗρον καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων οὐχ εὗρον· ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες
Unchecked Copy BoxMat 26:61 - εἶπον, Οὗτος ἔφη Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτόν
Unchecked Copy BoxMat 26:62 - καὶ ἀναστὰς ἀρχιερεὺς εἶπεν αὐτῷ Οὐδὲν ἀποκρίνῃ τί οὗτοί σου καταμαρτυροῦσιν
Unchecked Copy BoxMat 26:63 - δὲ Ἰησοῦς ἐσιώπα καὶ ἀποκριθεὶς ἀρχιερεὺς εἶπεν αὐτῷ Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ Χριστὸς υἱὸς τοῦ θεοῦ
Unchecked Copy BoxMat 26:64 - λέγει αὐτῷ Ἰησοῦς Σὺ εἶπας· πλὴν λέγω ὑμῖν ἀπ᾽ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ
Unchecked Copy BoxMat 26:65 - τότε ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ λέγων ὅτι Ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ,
Unchecked Copy BoxMat 26:66 - τί ὑμῖν δοκεῖ οἱ δὲ ἀποκριθέντες εἰπον, Ἔνοχος θανάτου ἐστίν
Unchecked Copy BoxMat 26:67 - Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐρράπισαν,
Unchecked Copy BoxMat 26:68 - λέγοντες, Προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν παίσας σε;
(Mar 14:66–72; Luk 22:54–62; Jhn 18:15–18, 25–27 )
Unchecked Copy BoxMat 26:69 - δὲ Πέτρος ἔξω ἐκάθητο ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου
Unchecked Copy BoxMat 26:70 - δὲ ἠρνήσατο ἔμπροσθεν πάντων λέγων, Οὐκ οἶδα τί λέγεις
Unchecked Copy BoxMat 26:71 - ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει τοῖς ἐκεῖ καὶ Οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου
Unchecked Copy BoxMat 26:72 - καὶ πάλιν ἠρνήσατο μεθ᾽ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον
Unchecked Copy BoxMat 26:73 - μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ καὶ γὰρ λαλιά σου δῆλόν σε ποιεῖ
Unchecked Copy BoxMat 26:74 - τότε ἤρξατο καταναθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν
Unchecked Copy BoxMat 26:75 - καὶ ἐμνήσθη Πέτρος τοῦ ῥήματος τοῦ Ἰησοῦ εἰρηκότος αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan