MGNT

MGNT

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Λουκάς (Luke) 19 :: Morphological Greek New Testament (MGNT)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxLuk 19:1 - καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ
Unchecked Copy BoxLuk 19:2 - καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ αὐτὸς πλούσιος
Unchecked Copy BoxLuk 19:3 - καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν
Unchecked Copy BoxLuk 19:4 - καὶ προδραμὼν εἰς τὸ ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδῃ αὐτόν ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι
Unchecked Copy BoxLuk 19:5 - καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον ἀναβλέψας Ἰησοῦς εἶπεν πρὸς αὐτόν Ζακχαῖε σπεύσας κατάβηθι σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι
Unchecked Copy BoxLuk 19:6 - καὶ σπεύσας κατέβη καὶ ὑπεδέξατο αὐτὸν χαίρων
Unchecked Copy BoxLuk 19:7 - καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι
Unchecked Copy BoxLuk 19:8 - σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον ἰδοὺ τὰ ἡμίσιά μου τῶν ὑπαρχόντων κύριε τοῖς πτωχοῖς δίδωμι καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν
Unchecked Copy BoxLuk 19:9 - εἶπεν δὲ πρὸς αὐτὸν Ἰησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν
Unchecked Copy BoxLuk 19:10 - ἦλθεν γὰρ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός
(Mat 25:14–30 )
Unchecked Copy BoxLuk 19:11 - ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς εἶναι Ἰερουσαλὴμ αὐτὸν καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι
Unchecked Copy BoxLuk 19:12 - εἶπεν οὖν ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι
Unchecked Copy BoxLuk 19:13 - καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς πραγματεύσασθε ἐν ἔρχομαι
Unchecked Copy BoxLuk 19:14 - οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾽ ἡμᾶς
Unchecked Copy BoxLuk 19:15 - καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς δεδώκει τὸ ἀργύριον ἵνα γνοῖ τί διεπραγματεύσαντο
Unchecked Copy BoxLuk 19:16 - παρεγένετο δὲ πρῶτος λέγων κύριε μνᾶ σου δέκα προσηργάσατο μνᾶς
Unchecked Copy BoxLuk 19:17 - καὶ εἶπεν αὐτῷ εὖγε ἀγαθὲ δοῦλε ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων
Unchecked Copy BoxLuk 19:18 - καὶ ἦλθεν δεύτερος λέγων μνᾶ σου κύριε ἐποίησεν πέντε μνᾶς
Unchecked Copy BoxLuk 19:19 - εἶπεν δὲ καὶ τούτῳ καὶ σὺ ἐπάνω γίνου πέντε πόλεων
Unchecked Copy BoxLuk 19:20 - καὶ ἕτερος ἦλθεν λέγων κύριε ἰδοὺ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ
Unchecked Copy BoxLuk 19:21 - ἐφοβούμην γάρ σε ὅτι ἄνθρωπος αὐστηρὸς εἶ αἴρεις οὐκ ἔθηκας καὶ θερίζεις οὐκ ἔσπειρας
Unchecked Copy BoxLuk 19:22 - λέγει αὐτῷ ἐκ τοῦ στόματός σου κρίνω σε πονηρὲ δοῦλε ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι αἴρων οὐκ ἔθηκα καὶ θερίζων οὐκ ἔσπειρα
Unchecked Copy BoxLuk 19:23 - καὶ διὰ τί οὐκ ἔδωκάς μου τὸ ἀργύριον ἐπὶ τράπεζαν κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν αὐτὸ ἔπραξα
Unchecked Copy BoxLuk 19:24 - καὶ τοῖς παρεστῶσιν εἶπεν ἄρατε ἀπ᾽ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι
Unchecked Copy BoxLuk 19:25 - καὶ εἶπαν αὐτῷ κύριε ἔχει δέκα μνᾶς
Unchecked Copy BoxLuk 19:26 - λέγω ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ἔχει ἀρθήσεται
Unchecked Copy BoxLuk 19:27 - πλὴν τοὺς ἐχθρούς μου τούτους τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾽ αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε αὐτοὺς ἔμπροσθέν μου
(Mat 21:1–11; Mar 11:1–11; Jhn 12:12–19 )
Unchecked Copy BoxLuk 19:28 - καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα
Unchecked Copy BoxLuk 19:29 - καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν ἀπέστειλεν δύο τῶν μαθητῶν
Unchecked Copy BoxLuk 19:30 - λέγων ὑπάγετε εἰς τὴν κατέναντι κώμην ἐν εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον ἐφ᾽ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν καὶ λύσαντες αὐτὸν ἀγάγετε
Unchecked Copy BoxLuk 19:31 - καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ διὰ τί λύετε οὕτως ἐρεῖτε ὅτι κύριος αὐτοῦ χρείαν ἔχει
Unchecked Copy BoxLuk 19:32 - ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς
Unchecked Copy BoxLuk 19:33 - λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς τί λύετε τὸν πῶλον
Unchecked Copy BoxLuk 19:34 - οἱ δὲ εἶπαν ὅτι κύριος αὐτοῦ χρείαν ἔχει
Unchecked Copy BoxLuk 19:35 - καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν καὶ ἐπιρίψαντες αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν
Unchecked Copy BoxLuk 19:36 - πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ
Unchecked Copy BoxLuk 19:37 - ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων
Unchecked Copy BoxLuk 19:38 - λέγοντες εὐλογημένος ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι κυρίου ἐν οὐρανῷ εἰρήνη καὶ δόξα ἐν ὑψίστοις
Unchecked Copy BoxLuk 19:39 - καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν διδάσκαλε ἐπιτίμησον τοῖς μαθηταῖς σου
Unchecked Copy BoxLuk 19:40 - καὶ ἀποκριθεὶς εἶπεν λέγω ὑμῖν ἐὰν οὗτοι σιωπήσουσιν οἱ λίθοι κράξουσιν
Unchecked Copy BoxLuk 19:41 - καὶ ὡς ἤγγισεν ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ᾽ αὐτήν
Unchecked Copy BoxLuk 19:42 - λέγων ὅτι εἰ ἔγνως ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ τὰ πρὸς εἰρήνην νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου
Unchecked Copy BoxLuk 19:43 - ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ παρεμβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν
Unchecked Copy BoxLuk 19:44 - καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί καὶ οὐκ ἀφήσουσιν λίθον ἐπὶ λίθον ἐν σοί ἀνθ᾽ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου
(Mat 21:12–17; Mar 11:15–19; Jhn 2:12–25 )
Unchecked Copy BoxLuk 19:45 - καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας
Unchecked Copy BoxLuk 19:46 - λέγων αὐτοῖς γέγραπται καὶ ἔσται οἶκός μου οἶκος προσευχῆς ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν
Unchecked Copy BoxLuk 19:47 - καὶ ἦν διδάσκων τὸ καθ᾽ ἡμέραν ἐν τῷ ἱερῷ οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ
Unchecked Copy BoxLuk 19:48 - καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

BLB Searches
Search the Bible
MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
MGNT

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan