LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Ιώβ (Psalm) 68 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxPsa 68:1 - (LXX 67:1)εἰς τὸ τέλος τῷ Δαυιδ ψαλμὸς ᾠδῆς (67:2)ἀναστήτω θεός καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ καὶ φυγέτωσαν οἱ μισοῦντες αὐτὸν ἀπὸ προσώπου αὐτοῦ
Unchecked Copy BoxPsa 68:2 - (LXX 67:3)ὡς ἐκλείπει καπνός ἐκλιπέτωσαν ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός οὕτως ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ θεοῦ
Unchecked Copy BoxPsa 68:3 - (LXX 67:4)καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ θεοῦ τερφθήτωσαν ἐν εὐφροσύνῃ
Unchecked Copy BoxPsa 68:4 - (LXX 67:5)ᾄσατε τῷ θεῷ ψάλατε τῷ ὀνόματι αὐτοῦ ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν κύριος ὄνομα αὐτῷ καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ ταραχθήσονται ἀπὸ προσώπου αὐτοῦ
Unchecked Copy BoxPsa 68:5 - (LXX 67:6)τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ
Unchecked Copy BoxPsa 68:6 - (LXX 67:7) θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ ὁμοίως τοὺς παραπικραίνοντας τοὺς κατοικοῦντας ἐν τάφοις
Unchecked Copy BoxPsa 68:7 - (LXX 67:8) θεός ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ διάψαλμα
Unchecked Copy BoxPsa 68:8 - (LXX 67:9)γῆ ἐσείσθη καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ θεοῦ τοῦτο Σινα ἀπὸ προσώπου τοῦ θεοῦ Ισραηλ
Unchecked Copy BoxPsa 68:9 - (LXX 67:10)βροχὴν ἑκούσιον ἀφοριεῖς θεός τῇ κληρονομίᾳ σου καὶ ἠσθένησεν σὺ δὲ κατηρτίσω αὐτήν
Unchecked Copy BoxPsa 68:10 - (LXX 67:11)τὰ ζῷά σου κατοικοῦσιν ἐν αὐτῇ ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ θεός
Unchecked Copy BoxPsa 68:11 - (LXX 67:12)κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ
Unchecked Copy BoxPsa 68:12 - (LXX 67:13) βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ καὶ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα
Unchecked Copy BoxPsa 68:13 - (LXX 67:14)ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων πτέρυγες περιστερᾶς περιηργυρωμέναι καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου διάψαλμα
Unchecked Copy BoxPsa 68:14 - (LXX 67:15)ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ᾽ αὐτῆς χιονωθήσονται ἐν Σελμων
Unchecked Copy BoxPsa 68:15 - (LXX 67:16)ὄρος τοῦ θεοῦ ὄρος πῖον ὄρος τετυρωμένον ὄρος πῖον
Unchecked Copy BoxPsa 68:16 - (LXX 67:17)ἵνα τί ὑπολαμβάνετε ὄρη τετυρωμένα τὸ ὄρος εὐδόκησεν θεὸς κατοικεῖν ἐν αὐτῷ καὶ γὰρ κύριος κατασκηνώσει εἰς τέλος
Unchecked Copy BoxPsa 68:17 - (LXX 67:18)τὸ ἅρμα τοῦ θεοῦ μυριοπλάσιον χιλιάδες εὐθηνούντων ὁ κύριος ἐν αὐτοῖς ἐν Σινα ἐν τῷ ἁγίῳ
Unchecked Copy BoxPsa 68:18 - (LXX 67:19)ἀνέβης εἰς ὕψος ᾐχμαλώτευσας αἰχμαλωσίαν ἔλαβες δόματα ἐν ἀνθρώπῳ καὶ γὰρ ἀπειθοῦντες τοῦ κατασκηνῶσαι κύριος θεὸς εὐλογητός
Unchecked Copy BoxPsa 68:19 - (LXX 67:20)εὐλογητὸς κύριος ἡμέραν καθ᾽ ἡμέραν κατευοδώσει ἡμῖν θεὸς τῶν σωτηρίων ἡμῶν διάψαλμα
Unchecked Copy BoxPsa 68:20 - (LXX 67:21) θεὸς ἡμῶν θεὸς τοῦ σῴζειν καὶ τοῦ κυρίου κυρίου αἱ διέξοδοι τοῦ θανάτου
Unchecked Copy BoxPsa 68:21 - (LXX 67:22)πλὴν θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν
Unchecked Copy BoxPsa 68:22 - (LXX 67:23)εἶπεν κύριος ἐκ Βασαν ἐπιστρέψω ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης
Unchecked Copy BoxPsa 68:23 - (LXX 67:24)ὅπως ἂν βαφῇ πούς σου ἐν αἵματι γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ᾽ αὐτοῦ
Unchecked Copy BoxPsa 68:24 - (LXX 67:25)ἐθεωρήθησαν αἱ πορεῖαί σου θεός αἱ πορεῖαι τοῦ θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ
Unchecked Copy BoxPsa 68:25 - (LXX 67:26)προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων ἐν μέσῳ νεανίδων τυμπανιστριῶν
Unchecked Copy BoxPsa 68:26 - (LXX 67:27)ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεόν τὸν κύριον ἐκ πηγῶν Ισραηλ
Unchecked Copy BoxPsa 68:27 - (LXX 67:28)ἐκεῖ Βενιαμιν νεώτερος ἐν ἐκστάσει ἄρχοντες Ιουδα ἡγεμόνες αὐτῶν ἄρχοντες Ζαβουλων ἄρχοντες Νεφθαλι
Unchecked Copy BoxPsa 68:28 - (LXX 67:29)ἔντειλαι θεός τῇ δυνάμει σου δυνάμωσον θεός τοῦτο κατειργάσω ἡμῖν
Unchecked Copy BoxPsa 68:29 - (LXX 67:30)ἀπὸ τοῦ ναοῦ σου ἐπὶ Ιερουσαλημ σοὶ οἴσουσιν βασιλεῖς δῶρα
Unchecked Copy BoxPsa 68:30 - (LXX 67:31)ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσιν τῶν λαῶν τοῦ μὴ ἀποκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα
Unchecked Copy BoxPsa 68:31 - (LXX 67:32)ἥξουσιν πρέσβεις ἐξ Αἰγύπτου Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ
Unchecked Copy BoxPsa 68:32 - (LXX 67:33)αἱ βασιλεῖαι τῆς γῆς ᾄσατε τῷ θεῷ ψάλατε τῷ κυρίῳ διάψαλμα
Unchecked Copy BoxPsa 68:33 - (LXX 67:34)ψάλατε τῷ θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς ἰδοὺ δώσει ἐν τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως
Unchecked Copy BoxPsa 68:34 - (LXX 67:35)δότε δόξαν τῷ θεῷ ἐπὶ τὸν Ισραηλ μεγαλοπρέπεια αὐτοῦ καὶ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις
Unchecked Copy BoxPsa 68:35 - (LXX 67:36)θαυμαστὸς θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ θεὸς Ισραηλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς θεός
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan