MGNT

MGNT

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Λουκάς (Luke) 24 :: Morphological Greek New Testament (MGNT)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
(Mat 28:1–10; Mar 16:1–8; Jhn 20:1–10 )
Unchecked Copy BoxLuk 24:1 - τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως ἐπὶ τὸ μνῆμα ἦλθον φέρουσαι ἡτοίμασαν ἀρώματα
Unchecked Copy BoxLuk 24:2 - εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου
Unchecked Copy BoxLuk 24:3 - εἰσελθοῦσαι δὲ οὐχ εὗρον τὸ σῶμα τοῦ κυρίου Ἰησοῦ
Unchecked Copy BoxLuk 24:4 - καὶ ἐγένετο ἐν τῷ ἀπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθῆτι ἀστραπτούσῃ
Unchecked Copy BoxLuk 24:5 - ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὰ πρόσωπα εἰς τὴν γῆν εἶπαν πρὸς αὐτάς τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν
Unchecked Copy BoxLuk 24:6 - οὐκ ἔστιν ὧδε ἀλλὰ ἠγέρθη μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ
Unchecked Copy BoxLuk 24:7 - λέγων τὸν υἱὸν τοῦ ἀνθρώπου ὅτι δεῖ παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι
Unchecked Copy BoxLuk 24:8 - καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ
Unchecked Copy BoxLuk 24:9 - καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς
Unchecked Copy BoxLuk 24:10 - ἦσαν δὲ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα
Unchecked Copy BoxLuk 24:11 - καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα ταῦτα καὶ ἠπίστουν αὐταῖς
Unchecked Copy BoxLuk 24:12 - δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον καὶ παρακύψας βλέπει τὰ ὀθόνια μόνα καὶ ἀπῆλθεν πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός
(Mar 16:12, 13 )
Unchecked Copy BoxLuk 24:13 - καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἰερουσαλήμ ὄνομα Ἐμμαοῦς
Unchecked Copy BoxLuk 24:14 - καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων
Unchecked Copy BoxLuk 24:15 - καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς
Unchecked Copy BoxLuk 24:16 - οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν
Unchecked Copy BoxLuk 24:17 - εἶπεν δὲ πρὸς αὐτούς τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες καὶ ἐστάθησαν σκυθρωποί
Unchecked Copy BoxLuk 24:18 - ἀποκριθεὶς δὲ εἷς ὀνόματι Κλεοπᾶς εἶπεν πρὸς αὐτόν σὺ μόνος παροικεῖς Ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις
Unchecked Copy BoxLuk 24:19 - καὶ εἶπεν αὐτοῖς ποῖα οἱ δὲ εἶπαν αὐτῷ τὰ περὶ Ἰησοῦ τοῦ Ναζαρηνοῦ ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ
Unchecked Copy BoxLuk 24:20 - ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν
Unchecked Copy BoxLuk 24:21 - ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ ἀλλά γε καὶ σὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν ἄγει ἀφ᾽ οὗ ταῦτα ἐγένετο
Unchecked Copy BoxLuk 24:22 - ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς γενόμεναι ὀρθριναὶ ἐπὶ τὸ μνημεῖον
Unchecked Copy BoxLuk 24:23 - καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι οἳ λέγουσιν αὐτὸν ζῆν
Unchecked Copy BoxLuk 24:24 - καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον καὶ εὗρον οὕτως καθὼς καὶ αἱ γυναῖκες εἶπον αὐτὸν δὲ οὐκ εἶδον
Unchecked Copy BoxLuk 24:25 - καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται
Unchecked Copy BoxLuk 24:26 - οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ
Unchecked Copy BoxLuk 24:27 - καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν διερμήνευσεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ
Unchecked Copy BoxLuk 24:28 - καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο καὶ αὐτὸς προσεποιήσατο πορρώτερον πορεύεσθαι
Unchecked Copy BoxLuk 24:29 - καὶ παρεβιάσαντο αὐτὸν λέγοντες μεῖνον μεθ᾽ ἡμῶν ὅτι πρὸς ἑσπέραν ἐστὶν καὶ κέκλικεν ἤδη ἡμέρα καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς
Unchecked Copy BoxLuk 24:30 - καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾽ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοῖς
Unchecked Copy BoxLuk 24:31 - αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾽ αὐτῶν
Unchecked Copy BoxLuk 24:32 - καὶ εἶπαν πρὸς ἀλλήλους οὐχὶ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς
Unchecked Copy BoxLuk 24:33 - καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἰερουσαλήμ καὶ εὗρον ἠθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς
Unchecked Copy BoxLuk 24:34 - λέγοντας ὅτι ὄντως ἠγέρθη κύριος καὶ ὤφθη Σίμωνι
Unchecked Copy BoxLuk 24:35 - καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου
(Jhn 20:19–23; Act 1:3–5; 1Co 15:5 )
Unchecked Copy BoxLuk 24:36 - ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς εἰρήνη ὑμῖν
Unchecked Copy BoxLuk 24:37 - πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν
Unchecked Copy BoxLuk 24:38 - καὶ εἶπεν αὐτοῖς τί τεταραγμένοι ἐστέ καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν τῇ καρδίᾳ ὑμῶν
Unchecked Copy BoxLuk 24:39 - ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι ἐγώ εἰμι αὐτός ψηλαφήσατέ με καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα
Unchecked Copy BoxLuk 24:40 - καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας
Unchecked Copy BoxLuk 24:41 - ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς ἔχετέ τι βρώσιμον ἐνθάδε
Unchecked Copy BoxLuk 24:42 - οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος
Unchecked Copy BoxLuk 24:43 - καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν
Unchecked Copy BoxLuk 24:44 - εἶπεν δὲ πρὸς αὐτούς οὗτοι οἱ λόγοι μου οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ τοῖς προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ
Unchecked Copy BoxLuk 24:45 - τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς
Unchecked Copy BoxLuk 24:46 - καὶ εἶπεν αὐτοῖς ὅτι οὕτως γέγραπται παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ
Unchecked Copy BoxLuk 24:47 - καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν εἰς ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη ἀρξάμενοι ἀπὸ Ἰερουσαλήμ
Unchecked Copy BoxLuk 24:48 - ὑμεῖς μάρτυρες τούτων
Unchecked Copy BoxLuk 24:49 - καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾽ ὑμᾶς ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει ἕως οὗ ἐνδύσησθε ἐξ ὕψους δύναμιν
(Mar 16:19, 20; Act 1:9 )
Unchecked Copy BoxLuk 24:50 - ἐξήγαγεν δὲ αὐτοὺς ἔξω ἕως πρὸς Βηθανίαν καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς
Unchecked Copy BoxLuk 24:51 - καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ᾽ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν
Unchecked Copy BoxLuk 24:52 - καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης
Unchecked Copy BoxLuk 24:53 - καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ εὐλογοῦντες τὸν θεόν
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

BLB Searches
Search the Bible
MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
MGNT

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan